Αἱμάτων τιμίων σου βαφαῖς, Μάρτυς κατεσκεύασας, σαυτῷ πορφύραν πολύτιμον, ἣν στολισάμενος, κατοικεῖς τὰ ἄνω, ἀληθῶς βασίλεια, Θεῷ παμβασιλεῖ παριστάμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Σεβαστιανός τε καὶ Ζωή, Μᾶρκος Μαρκελλῖνός τε, σὺν Τιβουρτίῳ συνήθλησαν, καθυπομείναντες, τρικυμίας πόνων, καὶ νῦν κατεσκήνωσαν, πρὸς ἄπονον καὶ θείαν κατάπαυσιν, ἐν ᾗ πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἀήττητοι Μάρτυρες τῇ γῇ, τὰ τῆς γῆς ἐάσαντες, πρὸς οὐρανοὺς ἀνεδράμετε, ὑμῶν τοῖς στίγμασι, καθωραϊσμένοι, καὶ σεπτοῖς παθήμασι, λαμπρῶς πεποικιλμένοι μακάριοι· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.