Παρθένε Πανάμωμε Θεοῦ, ἔμψυχον Παλάτιον, τὸν οὐρανοῖς μὴ χωρούμενον, ἐν σοὶ ἐχώρησας, ὃν ἐν τῷ Σπηλαίω, τέξῃ ὑπὲρ ἔννοιαν, πτωχεύσαντα καὶ σάρκα γενόμενον, ἵνα θεώσῃ με, καὶ πλουτίσῃ τὸν πτωχεύσαντα, ἀκρασίᾳ, πικροτάτης βρώσεως.
Ἐναπογραφόμενος Χριστέ, δούλοις τῷ τοῦ Καίσαρος, δι' εὐσπλαγχνίαν προστάγματι, ἔρχῃ χαρίσασθαι τὴν ἐλευθερίαν, τὴν ζωὴν καὶ λύτρωσιν, ἀγνώμοσιν οἰκέταις μακρόθυμε, τοῖς προσκυνοῦσί σου, τὰ σωτήρια Γενέθλια, τοῦ ἐλθόντος, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Τόκον ἀκατάληπτον θεσμούς, φύσεως καινίσαντα, ἡ Παναγία καὶ ἄμωμος, κατανοήσασα, τῷ Υἱῷ ἐβόα. Τέκνον ποθεινότατον, ἐκπλήττομαι τὸ μέγα μυστήριον, πῶς καὶ γεννήσασα, παρθενεύω τῇ δυνάμει σου, τοῦ τὰ πάντα ποιοῦντος βουλήματι!