Ῥάβδος ἐκ τῆς ῥίζης, Ἰεσσαί, Παρθένος ἀνεβλάστησας, ἄνθος ἀνθήσασα ἀμάραντον, τὸν πάντων Δημιουργόν, τὸν τὴν γῆν τοῖς ἄνθεσι, πᾶσαν ὡς Θεὸς κατακοσμοῦντα, ἀναβοῶσαν αὐτῷ· Δόξα τῇ δυνάμει σου Κύριε.
Βρώσει με κλαπέντα πονηρᾷ, καὶ γνώμῃ ὀλισθαίνοντα, ὁμοιωθέντα τοῖς ἀλόγοις τε, ὁ Λόγος ὁ τοῦ Θεοῦ, ἦλθες ἀνακτώμενος, βρέφος γεγονώς, καὶ ἐπὶ φάτνης, ἀλόγων ἀνακλιθείς· Δόξα τῇ δυνάμει σου Κύριε.