Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην Τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες·ἀλλ' ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γάρ δεδόξασται».(Δίς)
Φόβῳ σοι θανάτου, ἀνοίγονται πύλαι καὶ διαρρήσσονται, μοχλοὶ αἰώνιοι· τῇ γὰρ σεπτῇ σου καθόδῳ, ἐξανέστησαν οἱ πάλαι νεκροί, ἐν εὐφροσύνῃ ψάλλοντες, Χριστὲ τὴν σὴν Ἀνάστασιν.
Σήμερον τὸ κλίτος, τῶν θείων Πατέρων, Χριστοῦ τὴν Γέννησιν, προεορτάζει φαιδρῶς, καὶ ὑπογράφεται ταύτης, τὸ παράδοξον τῆς χάριτος· Ἀβραὰμ γὰρ σύμβολον, τοῦ νόμου καὶ οἱ Παῖδές εἰσιν.
Πάλαι δεξιοῦται, θεότητα μίαν, τὴν τρισυπόστατον, ὁ Ἱερὸς Ἀβραάμ· νῦν δὲ ὁ σύνθρονος Λόγος, τῷ Πατρὶ καὶ θείῳ Πνεύματι, τοῖς παισὶ προέρχεται, ἐνδόξως εὐφημούμενος.
Ἀβραὰμ ἐρρύσθη, χειρὸς ἐξ ἀδίκου, φλογὸς καμίνου δέ, οἱ θεῖοι Παῖδες ποτέ, καὶ Δανιὴλ ὁ Προφήτης, ἐκ θηρῶν καὶ λάκκου σέσωσται· διὸ νῦν τὴν Γέννησιν Χριστοῦ προεορτάζουσιν.
Ἀριθμῷ καὶ πίστει, τῆς θείας Τριάδος, τὴν ἀθεότητα καταστρεψάμενοι, ἐν τῇ καμίνῳ οἱ Παῖδες, ἐν συμβόλοις τὰ ἐσόμενα, τοῦ Θεοῦ μυστήρια, τῷ κόσμῳ προϋπέφηναν.