Ὡς περικαλέστατα τὰ σά, Μάρτυς προτερήματα! ὡς εὐκλεεῖς οἱ ἀγῶνές σου! ὡς περιβόητος, ἡ Ὁμολογία! ὡς πολλὰ τὰ θαύματα, καὶ ἄπειρα τὰ θεῖα τεράστια! δι' ὧν δοξάζει σε, εἰς αἰῶνας ὃν ἐδόξασας, ἐναθλοῦσα, τοῖς σεπτοῖς σου μέλεσι.
Στέργουσα τὴν εὔκλειαν σεμνή, τῶν ἀθλούντων ἔσπευσας, τούτων τὸν ζῆλον μιμήσασθαι· ὅθεν ὑπήνεγκας, πόνους σφοδροτάτους, καὶ νῦν θεία χάριτι, κουφίζεις πάντα πόνον Πανεύφημε, ἐκ τῶν ψυχῶν ἡμῶν, καὶ σωμάτων τῶν τιμώντων σου, τοὺς ἀγῶνας, καὶ τὰ προτερήματα.
Ἤστραψας φαιδρότερον σαφῶς, τοῦ ἡλίου ἔνδοξε, τὸν σὸν ἀγῶνα τελέσασα, καὶ ταῖς ἀκτῖσί σου, τῶν πολλῶν θαυμάτων, πάντων τὰ νοήματα, φωτίζεις τῶν πιστῶν προσιόντων σου, τῇ θείᾳ λάρνακι, πηγαζούσῃ θεῖα νάματα, Ἀναστασία, Μάρτυς μεγαλώνυμε.