Ἔρχεται ὁ Χριστός, τὸν πονηρὸν συντρίψαι, τοὺς ἐν σκότει φωτίσαι, καὶ λῦσαι τοὺς δεσμίους· αὐτῷ προϋπαντήσωμεν.
Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
ᾌσατε Πατριαί, Ἐθνῶν αἶνον καὶ δόξαν, οἱ Μάγοι μετὰ δώρων, Ποιμένες ἀγραυλοῦντες, προθύμως ἐπισπεύσατε.
Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου. .
Ὄρη τε καὶ βουνοί, κοιλάδες καὶ πεδία, οἱ ποταμοὶ καὶ πᾶσα, ἡ κτίσις νῦν τὸν Κτίστην, τικτόμενον μεγάλυνε.