Ὁ ἄδυτος Ἥλιος, Παρθενικῶν ἐκ λαγόνων, ἀνίσχειν ἐπείγεται, τοῦ φωτίσαι ἅπασαν τὴν ὑφήλιον, καθαροῖς ὄμμασι, καὶ ἁγναῖς πράξεσιν, ὑπαντῆσαι τούτῳ σπεύσωμεν, καὶ ὑποδέξασθαι, νῦν ἑτοιμασθῶμεν ἐν πνεύματι, ἐρχόμενον εἰς ἴδια, ξένῳ τοκετῷ ὡς ηὐδόκησεν, ὅπως ξενωθέντας, ἡμᾶς τῆς ἐν Ἐδὲμ διαγωγῆς, ἐπαναγάγῃ ὡς εὔσπλαγχνος, Βηθλεὲμ τικτόμενος.
Ὁ νώτοις ὀχούμενος, χερουβικοῖς Θεὸς Λόγος, σαρκὶ καθ' ὑπόστασιν, ἑνωθεὶς πανάμωμον μήτραν ᾤκησε, καὶ βροτὸς γέγονε, καὶ εἰς γῆν ἔρχεται, τοῦ Ἰούδα ἀποτίκτεσθαι, Σπήλαιον ἅγιον, τῷ Παμβασιλεῖ εὐτρεπίσθητι, ὡς μέγιστον παλάτιον· Φάτνη δὲ ὡς θρόνος πυρίμορφος, ἐν ᾗ ὥσπερ βρέφος, Παρθένος Μαριὰμ ἀνακλινεῖ, ἐπ' ἀνακλήσει τοῦ πλάσματος, αὐτὸν ὡς ηὐδόκησεν.
Ἀλόγων ἐν φάτνῃ σε, ἀνακλινεῖ ἡ Παρθένος, Θεοῦ Λόγε ἄναρχε, ἀρχὴν εἰσδεξάμενον ὑπὲρ ἔννοιαν· τὴν ἐμὴν λῦσαι γάρ, ἀλογίαν ἔρχῃ, ἣν ὑπέστην φθόνῳ ὄφεως· σπαργανωθήσῃ δέ, ὅπως διαρρήξῃς τὰ σπάργανα, σειράς τε τῶν πταισμάτων μου, μόνε Ἀγαθὲ καὶ φιλάνθρωπε· ὅθεν σε δοξάζω, ὑμνῶ καὶ προσκυνῶ περιχαρῶς, τὴν ἐν σαρκὶ παρουσίαν σου, δι' ἧς ἠλευθέρωμαι.