«Οἱ ἐν καμίνῳ τοῦ πυρός, ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».
Ἀνακαθάρας σου τὸν νοῦν, ὑπεδέξω τὰς λαμπηδόνας, σαφῶς Προφῆτα τοῦ Πνεύματος, ἐμφανῶς προφητεύων καὶ ἀνακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἱερωτάτην σε ζωήν, μετιόντα τεθεαμένος, Θεὸς Προφήτην προβάλλεται, τῆς αὐτοῦ παρουσίας ἀναβοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.