Τῷ αὐτῷ μηνὶ ΙΣΤ’, μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Θεοφανοῦς τῆς βασιλίσσης, συζύγου γενομένης Λέοντος τοῦ σοφωτάτου βασιλέως.
Ἐγγὺς Βασιλὶς Θεοφανὼ Κυρίου
Ταῖς ἀρεταῖς ἕστηκεν ἐστιβωλμένη.
Σκῆνος γεηρόν, λέπτυνας μακαρία,
Ἀπῆρας ὤκα εἰς μονὰς τῶν Ἁγίων.
Φαίδιμον, ὑψ΄ ἐς ἄνω ἄστυ δράμες, ὦ Θεοφανοῖ.
Ταῖς τῆς ὁσίας βασιλίδος πρεσβείαις, Χριστὲ παμβασιλεῦ, ῥυσθείημεν τῶν ἐπικειμένων ἡμῖν δεινῶν καὶ τῆς οὐρανίου βασιλείας ἀξιωθείημεν. Ἀμήν.