Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων ἐξανατείλαντα, καὶ ὡς Υἱὸν ἐν κόλπῳ Πατρικῷ ἀεὶ ὄντα· αὖθις δὲ ἐπ' ἐσχάτων, ἀγκάλαις Μητρός, ὡς ἐν θρόνῳ καθήμενον, καὶ ὑπ Ἀγγέλων Ποιμένων, Μάγων τε νῦν , προσκυνούμενον ὑμνήσωμεν.
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ἐν Βηθλεὲμ συνελθόντες, πιστοὶ κατίδωμεν, τὸν τῶν ἁπάντων Κτίστην, κείμενον ἐν τῇ φάτνῃ, καὶ τοὺς ἐκ Χαλδαίων δῶρον καλόν, προσκομίζοντας τρίϋλον, ὡς Βασιλεῖ, ὡς Θεῷ τε καὶ δι' ἡμᾶς, τριημέρῳ ἐσομένῳ νεκρῷ.
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ἐκ τῆς Παρθένου ἐτέχθης, ὑπὸ τὸ Σπήλαιον· καὶ στρατιαὶ Ἀγγέλων, ἐπιστᾶσαι ἐβόων· Δόξα ἐν ὑψίστοις σοὶ τῷ Θεῷ, τῷ τεχθέντι ἐν δούλου μορφῇ, καὶ ἀναπλάσαντι κόσμον ἐν τῇ γαστρί, τῆς Παρθένου καὶ ἀνάνδρου Μητρός.
Πρῶτος ἐν Μάρτυσιν ἐδείχθης, καὶ ἐν Διακόνοις Στέφανε μακάριε, τῶν ἀθλητῶν τὸ ἐγκαλλώπισμα, τῶν πιστῶν τὸ καύχημα, ἡ δόξα τῶν δικαίων. Τοὺς τὴν σεπτὴν σου ἑορτάζοντας μνήμην αἴτησαι, ὡς παριστάμενος τῷ θρόνῳ, Χριστοῦ τοῦ παντάνακτος, τῶν πταισμάτων ἱλασμὸν λαβεῖν, καὶ βασιλείας οὐρανῶν ἀξιωθῆναι.
Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ , καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ Κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα καὶ Κύριον, ὅτι πᾶσα πλάνη, τῶν εἰδώλων πέπαυται, βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.