Τῇ τοῦ Πνεύματος χάριτι, λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ μορφὴ ὡς Ἀγγελος, ὤφθης Στέφανε, διαδοθείσης τῷ σώματι, τῆς ἔνδον λαμπρότητος, καὶ τὴν αἴγλην τῆς ψυχῆς, φανερούσης τοῖς βλέπουσι, δι' ἧς ἔτυχες, καὶ φωτὸς θεωρίας, οὐρανῶν σοι, παραδόξως ἀνοιγέντων, ἀρχὴ Μαρτύρων καὶ καύχημα.
Ὡς βαθμίδες καὶ κλίμακες, πρὸς οὐράνιον ἄνοδον, αἱ τῶν λίθων νιφάδες, σοὶ γεγόνασιν· ὧν ἐπιβαίνων τεθέασαι, ἑστῶτα τὸν Κύριον, τοῦ Πατρὸς ἐκ δεξιῶν, σοὶ ὁμώνυμον Στέφανον, προτεινόμενον, δεξιᾷ ζωηφόρῳ· οὗ πλησίον, ὡς καλλίνικος παρέστης, καὶ Ἀθλητῶν ἀκροθίνιον.
Ἐν σημείοις καὶ τέρασιν, ἀπαστράπτων καὶ δόγμασι, παρανόμων ἔσβεσας τὸ συνέδριον, καὶ ὑπ' αὐτῶν ἀναιρούμενος, καὶ λίθοις βαλλόμενος, ὑπὲρ τῆς τῶν φονευτῶν, σὺ προσηύχου ἀφέσεως, ἐκμιμούμενος, τὴν φωνὴν τοῦ Σωτῆρος, οὗ εἰς χεῖρας ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Στέφανε.
Ξενιτείας τοῖς τραύμασι, προσετέθη σοι τραύματα, ἐξορίας Ὅσιε, χαλεπότητι, τοῦ παρανόμως διέποντος, τὸν θρόνον τὸν ἔννομον, καὶ συγχέοντος δεινῶς, τούς θεσμοὺς τοὺς τῆς πίστεως, καὶ τήν, Ἄχραντον, τοῦ Σωτῆρος Εἰκόνα καθελόντος, ὃν τῇ χάριτι τῇ θείᾳ Χριστοῦ θεράπον κατῄσχυνας.
Οὐ φρουρὰ σὲ οὐ στένωσις, οὐδὲ σκότος ἀνήμερον, οὐ πληγαὶ καὶ μάστιγες, περιίσχυσαν, τῆς πρὸς Χριστὸν ἀγαπήσεως, χωρίσαι Θεόδωρε, οὐδὲ νόσος χαλεπή, καὶ μακρὰ καὶ δυσφόρητος· οὐδὲ ἔνδεια, τῆς τροφῆς θεορρῆμον· ἀλλ' ἀτρέπτως, ἐκαρτέρησας προβλέπων, τὴν τῶν σῶν πόνων ἀντίδοσιν.
Ἀντὶ θλίψεως αἴνεσιν, ἀντὶ πόνων ἀπόλαυσιν, ἀντὶ σκότους ἔλλαμψιν, σοὶ δεδώρηται, ὁ Ἀθλοθέτης ὁ δίκαιος· ἀντὶ δὲ θεσπέσιε, τῆς ἐν ὄψει σου γραφῆς, ζωῆς βίβλῳ ἐγγέγραψαι· Ἐκκλησία δέ, πρωτοτόκων ἐτάγης, ἐν ὑψίστοις, καὶ Ἀγγέλων πανηγύρει, περιχαρῶς προσελήλυθας.
Τῷ Βασιλεῖ καὶ Δεσπότῃ τοῦ παντός, τεχθέντι ἐπὶ γῆς, Στέφανος ὑπέρλαμπρος προσφέρεται, οὐκ ἐκ λίθων τιμίων κατεσκευασμένος, ἀλλ' ἐξ οἰκείων αἱμάτων διηνθισμένος. Ἀλλ' ὦ φιλομάρτυρες δεῦτε, τὰ τῶν ᾀσμάτων ἄνθη δρεψάμενοι, τὰς κεφαλὰς ἀναδησώμεθα, καὶ τοῖς ὕμνοις ἀναμέλποντες, εἴπωμεν· Ὁ σοφίᾳ καταγλαϊσθείς, καὶ χάριτι τὴν ψυχήν, Πρωτομάρτυς Χριστοῦ τοῦ Θεοῦ, αἴτησαι ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! Παρθένος τίκτει, καὶ μήτρα οὐ φθείρεται, ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται· Ἄγγελοι μετὰ Ποιμένων δοξάζουσι, καὶ ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.