Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Ὑλομανήσασαν πάλαι, τῶν εἰδώλων τὴν πλάνην, Χριστὲ ἐν ταῖς καρδίαις τῶν βροτῶν, σὺ τῷ πυρὶ τῆς θεότητος καταφλέξας Μαρτύρων, τῆς εὐσεβείας ἤθροισας χορούς, ἐπαξίως σε ὕμνοις, ἀπαύστως μεγαλύνοντας.
Ῥευστὴν οἱ Μάρτυρες δόξαν, καὶ τὸν ἄστατον πλοῦτον, Χριστὲ καταλιπόντες ἐπὶ γῆς, σὲ τὸ τῆς δόξης ἀπαύγασμα, ἀναφαίρετον πλοῦτον, εὗρον τῶν αἰωνίων ἀγαθῶν, ἐπαξίως σε ὕμνοις, ἀπαύστως μεγαλύνοντες.
Ὡς ἐλευθέρα ἡ φύσις, τῶν ἀνθρώπων ἡ πάλαι, τῆς πλάνης ὑποκύψασα ζυγῷ, σοῦ τῇ σαρκώσει γεγένηται, τοῦ τῶν ὅλων Δεσπότου, ὃν ἐπιγνοῦσα κήρυκας τοὺς νῦν, τῆς ἡμῶν σωτηρίας, τοὺς Μάρτυρας προβάλλεται.