Ὄφις ποτὲ τὸν γενάρχην Ἀδάμ, ἐξέωσεν ἐκ τῆς Ἐδέμ, ἀπάτη Εὔας, σοὶ δὲ Σοφὲ προσβαλών, δολίως τῇ τῆς αἰσχρᾶς ὁρμῇ Μοναχῆς, κατῃσχύνθη καὶ νενίκηται, τῇ καρτερᾷ ἐνστάσει σου· διὸ νῦν χαίρων βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὕλην τὴν κάτω προσνεύειν ἀεί, φιλοῦσαν δὴ ὡς γεηράν, εἰς πόλον ἕλκων τῷ σῷ συνανύψωσας, ἐν στύλῳ βιβάζων αἰθερίως Σοφέ, ὑπὲρ Κόσμου μεσιτεύων τε, ἐνθέρμως τῷΔεσπότῃ σου, καὶ σὺν Ἀγγέλοις βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σκότους τὸν προστάτην καθεῖλες φωτί, τῶν θείων Πάτερ ἐντολῶν τοῦ σοῦ Δεσπότου· σὺ γὰρ τηρήσας αὐτάς, διώδευσας ἀληθῶς ὁδὸν τὴν στενήν, εὐσχημόνως φωτιζόμενος ταῖς ἀκτῖσι ταῖς τοῦ Πνεύματος, καὶ μέλπων διηνεκῶς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.