Ἐκ τοῦ Κυρίου λαβόντες, ἐπαγγελίας καρπόν, Ἰωακεὶμ καὶ Ἄννα, τοῦ Θεοῦ τὴν Μητέρα, εὐπρόσδεκτον θυσίαν, ἐν τῷ Ναῷ, προσενήνοχαν σήμερον, καὶ Ζαχαρίας, ὁ μέγας Ἀρχιερεύς, εὐλογήσας ὑπεδέξατο.
Ἡ τῶν Ἁγίων Ἁγία, ἐν τοῖς Ἁγίοις οἰκεῖν, ἀξίως προσηνέχθη, ὡς θεόδεκτον θῦμα, καὶ ταύτης αἱ παρθένοι ταῖς ἀρεταῖς, ἐγκοσμούμεναι ἔμπροσθεν, λαμπαδουχοῦσαι προσέφερον τῷΘεῷ, ὥσπερ σκεῦος ἱερώτατον.
Ἐξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ· τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν εἰς Μητέρα αὐτοῦ.