Ἤστραψεν ἐν τῷ κόσμῳ ὁ θεόληπτος βίος τῶν σῶν κατορθωμάτων, Παμμάκαρ, καὶ ἀπήλασε πᾶσαν ἀχλὺν ψυχικῶν παθημάτων, καὶ φῶς ἄϋλον κατηύγασε, τοῖς πίστει σοὶ καὶ πόθῳ ἐκβοῶσι ταῦτα.
- Χαίροις, τερπνὸν Μοναζόντων κλέος, χαίροις, φωστὴρ διαυγὴς τοῦ κόσμου.
- Χαίροις, τῶν νοσούντων ταχεῖα παράκλησις, χαίροις, εὐρωστούντων ἀκλόνητον ἔρεισμα.
- Χαίροις, ὅτι τὴν ἐπίγειον ἀπεβάλου στρατιάν, χαίροις, ὅτι τὰ οὐράνια ἀντηλλάξω τῶν φθαρτῶν.
- Χαίροις, τῶν θείων ὄντως ἀρετῶν ὁ ταμίας, χαίροις τῶν ἀπορρήτων αὐτουργὸς θαυμασίων.
- Χαίροις, παθῶν παντοίων καθαίρεσις, χαίροις, ἡμῶν προστάτης θερμότατος.
- Χαίροις, παντὸς ἑτοιμότατος ῥύστης, χαίροις, παντὸς καταφύγιον κόσμου.
- Χαίροις, Πάτερ Ἰωαννίκιε.