Κοσμήσας τὴν ψυχήν, ἀρετῶν ταὶς ἰδέαις, χαρισμάτων δεκτικήν, τοῦ Πνεύματος αὐτήν, τοῦ Ἁγίου τετέλεκας, ὅθεν ἄβυσσον σοφίας, ἐξηρεύξω Αἱρέσεων, τὰ πελάγη ξηραίνουσαν Κύριλλε.
Ὑπέρτερον τὸν νοῦν, τῶν ἐνύλων εἰργάσω, τῶν ἀϋλων λειτουργῶν, συνόμιλος δειχθείς, τῶ πυρὶ δὲ τῶν λόγων σου, πᾶσαν ἔφλεξας τὴν ὕλην, τῶν αἱρέσεων Κύριλλε, Ἐκκλησίας πυρσὸς ὁ ἀκοίμητος.
Ῥημάτων σου ὀδμαίς, ἡδυπνόοις μανίας, τὸν ἐπώνυμον Σοφέ, αἱρέσεων πασῶν, τὸν ἀνύποιστον βόρβορον, ἤλασας μακρὰν ποιήσας, ὡς ποιμὴν ἀληθέστατος, ὡς Χριστοῦ εὐωδία γενόμενος.