Ῥητορικαῖς, θεηγορίαις ἐλάμπρυνας, τὰς χορείας, μάκαρ Ἱερόθεε, τὰς τῶν πιστῶν, καὶ τὸν ἱερόν, σύλλογον θεόφρον, τῶν Ἀποστόλων κατηύφρανας, ἐκστάσει θειοτέρᾳ, κεχρημένος καὶ ψάλλων· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ὅλος Θεῷ, ἱερωμένος γεγένησαι, ὁλοτρόπως, μάκαρ ἐξιστάμενος, ταῖς πρὸς αὐτὸν θεολογικαῖς, ἱερολογίαις, Ἱεροφάντορ θεόληπτε καὶ θεῖος ὑμνολόγος, καὶ σοφός θεηγόρος, τοῖς παροῦσιν ἐμφρόνως κρινόμενος.
Νῦν καθορῶν, Πάτερ τὰ θεῖα τρανότερον, παρελθόντων, πάντων ἱερώτατε, τῶν αἰνιγμάτων καὶ τῶν σκιῶν, ταῖς ἀληθεστάταις, τῆς θεοπτίας ἐμφάσεσι, δυσώπησον σωθῆναι, τοὺς πιστῶς μελῳδοῦντας· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε