Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 3 Οκτωβρίου 2011

ΑΓΚΙΣΤΡΩ ΤΗΣ ΧΑΡΙΤΟΣ ΣΟΦΩΣ


Ἀγκίστρῳ τῆς χάριτος σοφῶς, ὁ Παῦλος ὁ ἔνθεος, δημηγορήσας ἐζώγρησεν, Ἱεροφάντορα, καὶ τῶν ἀπορρήτων, θεωρὸν εἰργάσατο, σὲ σκεῦος ἐκλογῆς θεασάμενος, μεθ' οὗ δυσώπησον, θεορρῆμον Διονύσιε, τοῦ σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντας σε.

Ἀγγέλοις ὁμότιμον τὸν νοῦν, Πάτερ Διονύσιε, δι' ἀρετῆς ἐργασάμενος, τὴν ὑπερκόσμιον, τῆς ἱεραρχίας, εὐταξίαν πάνσοφε, ἐν βίβλοις ἱεροῖς ἀνιστόρησας, καθ' ἣν ἐρρύθμισας, Ἐκκλησίας τὰ συστήματα, οὐρανίων, τὰς τάξεις μιμούμενος.

Ἐμφιλοσοφώτατα Θεῷ μάκαρ Διονύσιε, ὡς δυνατὸν ὁμοιούμενος, τῶν ὀνομάτων σύ, μυστικῶς τῶν θείων, εὐσεβῶς ἐξήπλωσας, τὴν ἔνθεον θεόφρον ἀνάπτυξιν, ἑνώσει κρείττονι, μυηθεὶς τὰ ὑπὲρ ἔννοιαν, καὶ μυήσας, τοῦ κόσμου τὰ πέρατα.

Δεῦτε συμφώνως οἱ πιστοί, τὴν ἐτήσιον μνήμην τῶν ἱεραρχῶν εὐφημήσωμεν, Διονυσίου τε καὶ Κυπριανοῦ· ὁ μὲν γάρ, καταπτύσας τῶν Στωϊκῶν φιλοσόφων, καὶ τῷ σκεύει τῆς ἐκλογῆς μαθητευθείς, τῶν ἀπορρήτων μυστηρίων γνώστης ἐγένετο, ὁ δέ, διὰ τῆς καλλίστης παρθένου Ἰουστίνης, τὴν διάνοιαν φωτισθείς, τὴν τῶν δαιμόνων ἀπάτην ἐξέφυγε, καὶ τὰς μαγικὰς βίβλους ἐν πυρὶ ἀναλώσας, τοῦ Εὐαγγελίου κήρυξ γέγονε. Διὸ καὶ ἡμεῖς οἱ ἁμαρτωλοί, τὸν δοξάσαντα τούτους, δοξολογοῦντες Σωτῆρα βοήσωμεν· ὁ τοὺς σοὺς Ἀθλοφόρους στεφανώσας ἐν δόξῃ, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.