Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 1 Οκτωβρίου 2011

ΤΑΙΣ ΑΝΩΤΑΤΑΙΣ ΕΝΔΟΞΕ....


Ταῖς ἀνωτάταις Ἔνδοξε, χορείαις συνήφθης τῶν ἀσωμάτων, ἔνθα ἡ ἀνέκφραστος ὑπάρχει εὐφροσύνη, καὶ διηνεκὴς ἀπόλαυσις, ἔνθα ἐκεῖνο, τῆς θεαρχίας φάος ὑπάρχει καὶ χαρά, ἔνθα ἡ ἀνεκλάλητος, δόξα Μακαριώτατε.

Μετὰ δικαίων ἔνδον, εἰς Θεοῦ θείαν δόξαν κατασκηνώσας, βλέπεις τὴν τερπνότητα, τὴν ἄφραστον ἐκείνην, βλέπεις τὴν τρυφὴν τὴν ἄληκτον, βλέπεις τὰ κάλλη τῶν οὐρανῶν, τὰ ὄντως ἐράσμια σοφέ, βλέπεις Πατριαρχῶν τάς χορείας, Ῥωμανὲ ἔνδοξε.

Σοῦ τὴν φωσφόρον μνήμην, τοὺς πιστῶς ἐκτελοῦντας, ἐκ τῶν κινδύνων λύτρωσαι, πρεσβείαις σου θέοφρον, καὶ ἐκ πάσης βλάβης, Ῥωμανὲ καὶ θλίψεως τοῦ ἀλλοτρίου, καὶ τῆς ἐπουρανίου ἀξίωσον τυχεῖν, δόξης καὶ βασιλείας τῆς ἄνω, μακαριώτατε.

Ὡραϊσμένος κάλλει, ἀσυγκρίτῳ θέοφρον τῷ τῆς τριάδος, καὶ πεποικιλμένος λαμπηδόνας ἑξαστράπτεις, καὶ περιχαρῶς πανόλβιε περιπολεύεις, περὶ τὸν θρόνον ὄντως τοῦ Κτίστου καὶ Θεοῦ. ἔνθα ἐορταζοντων ὁ ἦχος, Ῥωμανὲ ἔνδοξε.