Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 24 Οκτωβρίου 2011

ΣΥΝΑΓΩΓΗ, ΚΡΑΤΑΙΟΥΜΕΝΗ


Συναγωγή, κραταιουμένη τῷ Πνεύματι, καὶ χορεία, θεία καὶ ὑπέρλαμπρος, μαρτυρικὸς δῆμος καὶ στρατός, ὁ τροπαιοφόρος, Ἀρέθαν ἔχων ταξίαρχον, ὑμνείσθω φιλοτίμως, ὑπὸ τῶνμελῳδούντων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὑπὸ τῆς σῆς, συγκροτουμένη συνέσεως, ἡ θεόφρων, πόλις σου Πανόλβιε, τοῦ πολιᾷ, λάμποντος σεμνή, πρὸς τοὺς παρανόμους, ἀνδρείως διηγωνίσατο, καὶ νίκην ἀραμένη, μελῳδεῖ τῷ Σωτῆρι· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Νόμῳ καινῷ, ζωοποιοῦντι τῷ Πνεύματι, πεφραγμένη, νόμον τὸν τοῦ γράμματος, τὸν ἀναιροῦντα ἡ εὐσεβής, πόλις ὑπερέσχε, τῇ τῆς ψυχῆς καθαρότητι, καὶ τρόπων εὐγενεία, τῷ Χριστῷ μελῳδοῦσα· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὄντως Θεοῦ, πόλις ἐδείχθης Ὑπέρτιμε, καὶ Mαρτύρων, θεῖον ἐνδιαίτημα, καὶ περὶ σοῦ ᾄδεται φαιδρῶς, νῦν δεδοξασμένα, μεγάλα καὶ ἀξιάκουστα· χορὸν γὰρ μελῳδοῦντα, τῷ Δεσπότῃ προσῆγες· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.