Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε»
Τελῶν τὰ φοβερὰ Κοδρᾶτε θαύματα, ἀπίστους εἰς πίστιν θείαν ἐνῆγες, ὡς Ἀπόστολος θεόληπτος, ὡς σεπτὸς Ἱεράρχης ἱερώτατε.
Ἐνθέοις διδαχαῖς πολλοὺς ἐφώτισας· φωτὸς γὰρ διάκονος ἀνεδείχθης, τοῦ φωτίσαντος τὰ πέρατα, Ἱεράρχα Κοδρᾶτε, θείαις λάμψεσι.
Μεγίστων ἀγαθῶν ὑπῆρξας πρόξενος, τῇ ποίμνῃ ἐξαίρων ταύτης τὸ σκότος, τῆς ἀγνοίας, καὶ φωτίζων αὐτήν, παραδόξων θαυμάτων ἐπιδείξεσιν.