Γηπονήσας τὴν ἄρουραν τῶν καρδιῶν, δρεπάνῃ σου τῶν λόγων, τῆς κακίας ὕλην πᾶσαν ἐξέκοψας.
Ἰαμάτων χαρίσματα, πᾶσιν ἡμῖν ὁ τάφος σου πηγάζει, ἱερὲ Κοδρᾶτε, τοὺς αἰτουμένους σε.
Συμπαθῶς ἐπικλώμενος, τῶν δυσχερῶν λυτροῦσαι καὶ κινδύνων, Ἱερὲ Κοδρᾶτε τοὺς αἰτουμένους σε.
Ταῖς λαμπάσι τῶν λόγων σου, φωταγωγῶν τοὺς πλάνῃ σκοτισθέντας, φρυγανώδη πᾶσαν ἀπάτην ἔφλεξας.