Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 21 Μαΐου 2010

ΠΡΩΤΟΣ ΒΑΣΙΛΕΥΣ ΧΡΙΣΤΙΑΝΩΝ

Πρῶτος, Βασιλεὺς Χριστιανῶν, παρὰ τοῦ Θεοῦ, Κωνσταντῖνε, τὸ σκῆπτρον ἔλαβες· σοὶ γὰρ πεφανέρωται ἐν γῇ κρυπτόμενον, τὸ σωτήριον σύμβολον, δι' οὗ καὶ τὰ ἔθνη, πάντα καθυπέταξας τοῖς τῶν Ῥωμαίων ποσίν, ὅπλον ἀπροσμάχητον ἔχων, τὸν ζωοποιὸν Σταυρὸν μάκαρ, δι' οὗ καὶ προσήχθης τῷ Θεῷ ἡμῶν.

Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου.

Ὄντως, μακαρία ἡ γαστήρ, καὶ ἡγιασμένη κοιλία, ἡ σὲ βαστάσασα, Μέδων κοσμοπόθητε, Χριστιανῶν ἡ χαρά, Κωνσταντῖνε θεόστεπτε, Ἀνάκτων ἡ δόξα, πλοῦτος καὶ ὑπέρμαχος τῶν ὀρφανῶν καὶ χηρῶν, σκέπη ταπεινῶν καὶ ἀπόρων, θλίψεων ἀνόρθωσις ὄντως, καὶ τῶν αἰχμαλώτων ἡ ἀνάρρυσις.

Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως.

Πόθῳ, καὶ ἀγάπῃ τοῦ Χριστοῦ, κατεπειγομένη ἡ Μήτηρ, τοῦ γλυκυτάτου βλαστοῦ, σπεύδουσα ἀφίκετο ἐν τῇ ἁγίᾳ Σιών, εἰς τὸν τόπον τὸν ἅγιον, ἐν ᾧ ἐσταυρώθῃ, θέλων ὁ Σωτὴρ ἡμῶν, διὰ τὸ σῶσαι ἡμᾶς, ἔνθα, τὸν Σταυρὸν ἀραμένη, χαίρουσα ἐκραύγαζε· Δόξα, τῷ δωρησαμένῳ μοι ὃν ἤλπιζον.
Σέλας φαεινότατον, κομήτης ἑσπερώτατος, ἐξ ἀπιστίας εἰς πίστιν Θεότητος μετοχετευθείς, ἤχθης ἁγιάσαι λαὸν καὶ πόλιν, καὶ τύπον Σταυροῦ ἐν οὐρανῷ κατοπτεύσας, ἤκουσας ἐκεῖθεν. Ἐν τούτῳ νίκα τοὺς ἐχθρούς σου. Ὅθεν δεξάμενος τὴν γνῶσιν τοῦ Πνεύματος, Ἱερεύς τε χρισθεὶς καὶ Βασιλεύς, ἐλαίῳ ἐστήριξας τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὀρθοδόξων Βασιλέων πατήρ, οὗ καὶ ἡ λάρναξ ἰάσεις βρύει. Κωνσταντῖνε Ἰσαπόστολε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.