Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 7 Δεκεμβρίου 2009

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΜΒΡΟΣΙΟΥ.....

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.
Στίχοι
Τὸ φθαρτὸν Ἀμβρόσιος ἐκδὺς σαρκίον,
Θείας μετέσχεν ἀμβροσίας ἀξίως.
Ἑβδόμῃ Ἀμβρόσιος ποτὶ ἄμβροτον ἤλυθεν οὖδας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθηνοδώρου.
Στίχοι
Χαίρων Ἀθηνόδωρος, εἰ τμηθῇ ξίφει,
Ἀφῃρέθη τὸ πνεῦμα καὶ πρὸ τοῦ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεόφυτος, ἐν τῇ θαλάσσῃ βληθείς, τελειοῦται.
Στίχοι
Θανὼν ὁ Νεόφυτος ὑδάτων μέσον,
Παρ᾿ ὑδάτων ζῇ μυστικῶν διεξόδους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δομέτιος, ξίφει τελειοῦται.
Στίχοι
Δὸς Δομέτιε Χριστομάρτυς καὶ λάβε.
Δὸς τὴν κεφαλήν, καὶ λάβε στέφος μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἰσίδωρος, Ἀκεψιμᾶς, καὶ Λέων πυρὶ τελειοῦνται.
Στίχοι
Διττοῖς συνάθλοις Ἰσίδωρε συμφλέγου·
Ἴσων γὰρ αὐτοῖς δωρεῶν Θεοῦ τύχης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμοῦν, Ἐπίσκοπος Νητρίας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἀμμοῦν πατρὸς κατεῖδες Νητρία τρία,
Κόσμου φυγήν, ἄσκησιν, ἔξοδον βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Γαϊανὸς καὶ Γάϊος, πυρὶ τελειοῦνται.
Στίχοι
Ἂν καὶ καμίνου Γάϊε βληθῇς μέσον,
Σοῦ Γαϊανὸς οὐκ ἀφέξομαι λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριακόσιοι Μάρτυρες, οἱ ἐν Ἀφρικῇ, ξίφει τελειοῦνται.
Στίχοι
Δόξης ὑπὲρ σῆς, ὦ Τριάς, τετμημένην,
Διπλοτριπλῆν δέχου με ἑξηκοντάδα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ἰγνάτιος, ὁ πλησίον τῶν Βλαχερνῶν κείμενος, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Πλήρης ἀπῆλθες πράξεων χρηστῶν Πάτερ,
Ἐκ τοῦ ματαίου καὶ κακῶν πλήρους βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Παύλου Μοναχοῦ, τοῦ ὑποτακτικοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων Πρίσκου, Μαρτίνου καὶ Νικολάου· ὧν ὁ μὲν λιμῷ, ὁ δὲ πέλεξι κατακοπείς, ὁ δὲ τρίτος διὰ πυρός, ἐτελειώθησαν· Ἡ δὲ σύναξις αὐτῶν τελεῖται πλησίον τοῦ τείχους τῶν Βλαχερνῶν.
Στίχοι
Λιμῷ θανόντα Πρίσκον ἄρτου γηΐνου,
Ὁ Χριστὸς ἄρτον ψωμιεῖ τῶν Ἀγγέλων.
Πέλεξι συγκόπτουσι Μαρτίνου κρέα,
Κρεῶν μακέλλαις δυσσεβεῖς ἀνθρωπίνων.
Ἐξῆλθε δόγμα δαίμοσι πλάνης θύειν,
Οἷς, Νικόλαε, μὴ θύων, εἰς πῦρ θύῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, τὰ Ἐγκαίνια τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Κουράτορος.

Ἧς ταῖς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς Ἀμήν.