Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 17 Μαΐου 2009

ΕΠΟΙΗΣΕ ΚΡΑΤΟΣ ΕΝ ΒΡΑΧΙΟΝΙ ΑΥΤΟΥ...

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε τὰ πεινοὺς ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης.
Ἰδοὺ καθωράθη, ἡ ζωὴ πάντων Χριστός, κρεμάμενος ἐν ξύλῳ ἑκουσίως, καὶ ταῦτα βλέπουσα γῆ ἐσαλεύθη, καὶ πολλὰ Ἁγίων ἡγέρθη ἐμφανῶν, σώματα κοιμηθέντων καὶ τὸ δεσμωτήριον Ἄδου ἐσαλεύθη.
Ὡραῖος ἐκ τάφου, ὡς νυμφίος ἐκ παστοῦ, πεπόρευσαι, θανάτου καταλύσας, τὴν τυραννίδα Χριστέ, καὶ τοῦ Ἄδου τοὺς μοχλούς, συντρίψας δυνάμει θεϊκή, καὶ τῆς Ἐγέρσεώς σου, τῶ φωτὶ τῶ νοητῶ, καταυγάσας κόσμον.
Στησώμεθα πάντες νὺν χοροὺς πνευματικοὺς καὶ κράξωμεν, ὁ Κύριος ἀνέστη, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθω, οὐρανὸς νεφέλαι ῥανάτωσαν ἡμῖν, δικαιοσύνης ὄμβρους ἑορτάζουσι φαιδρὼς καὶ Χριστὸν ὑμνοῦσιν.
Ἡ ζωὴ τῶν ζώντων, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ Κύριος πλουσίως, ἐπιρραίνων διδαχάς, ἐκβοᾷ τὴ γυναικί, Παράσχου μοὶ ὕδωρ τοῦ πιεῖν, ὅπως σοὶ δώσω ὕδωρ, τῶν ἁμαρτημάτων σου, τὰς πηγὰς ξηραῖνον.