Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 17 Μαΐου 2009

ΤΑ ΣΥΜΠΑΝΤΑ ΔΕΣΠΟΤΑ ΤΗ ΣΗ ΣΟΦΙΑ..... ΣΑΜΑΡΕΙΤΙΔΙ...

Τὰ σύμπαντα Δέσποτα τὴ σὴ σοφία συνεστὴ σω, γὴς δὲ πάλιν ἤδρασας, ὡς οἶδας τὸν πυθμένα, τὴ βάσει πηξάμενος ἐπὶ ὑδάτων, διὸ πάντες βοῶμεν ἀναμέλποντες, Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Θάνατον ὑπέμεινας, μόνε ἀθάνατε βουλήσει, Ἅδην ἠχμαλώτευσας, πύλας χαλκᾶς συνέτριψας βασιλεῦ οὐράνιε, καὶ ἀφεῖλες δεσμίους, ἀπ' αἰῶνος ἐκεῖσε χρηματίζοντας, ἀνυμνοῦντας ἀπαύστως, τὸ κράτος τῆς σῆς ἀγαθότητος.
Ὑψώθης μακρόθυμε, ἐθελουσίως ἐπὶ ξύλου, καὶ πέτραι ἐσχίσθησαν, καὶ ἥλιος ἐσβέσθη, ναοῦ διερράγη, καὶ ἡ καὶ τὸ καταπέτασμα του ἢ ἐσαλεύθη, καὶ ἐτρόμαξεν ὁ παγγέλαστος Ἅδης, καὶ πάντας δεσμίους ἀπέλυσε.
Ἐπέφανες Κύριε, τοὶς ἐν τῷ σκότει καθημένοις, φῶς ὑπάρχων ἄδυτον, καὶ ζωὴ τῶν ἁπάντων, διὸ σὲ ὦς ἔβλεψε, τῶν δικαίων ὁ δῆμος, ἀνεσκίρτησε Λόγε, καὶ ἀνεβόησεν, Ἦλθες πάντας δεσμῶν ἀπολύσαι, ὑμνοῦμεν τὸ κράτος σου.
Πλησίον ἐκάθισας πηγῆς, ἐν ὥρα Σῶτερ ἕκτη, καὶ τὴ Σαμαρείτιδι, ὕδωρ τὸ ζῶν παρέσχες καὶ γνώσεως νάματα, διὰ πολλὴν εὐσπλαγχνίαν, μεθ' ἦς πάντες βοῶμεν ἀναμέλποντες, Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Δόξα...
Πατέρα προάναρχον, Υἱὸν συνάναρχον ὑμνοῦμεν Πνεῦμα τὸ ἅγιον, Θεὸν ἕνα τὰ τρία, ἀσύγχυτον, ἄτμητον, δημιουργὸν τῶν ἁπάντων, ὁμοδύναμον κράτος αὐτεξούσιον, καὶ βοῶμεν, Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.