Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ...
Ἅπας ὁ βίος μου μετὰ πορνῶν, καὶ τελωνῶν ἐκδεδαπάνηται, ἄρα δυνήσομαι κὰν ἐν γήρᾳ, μεταγνῶναι ἅπερ ἐξήμαρτον; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ἐκέκραξα πρὸς σὲ Κύριε, Κύριε...
Βάρει συνέχομαι ἀμελείας, τῶ βορβόρω ἐγκυλινδούμενος, βέλει κεντούμενος τοῦ Βελίαρ, καὶ μολύνω τὸ κατ' εἰκόνα μου. Ἐπιστροφεῦ ἀμελούντων, καὶ λυτρωτὰ ἑπταισμένων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Πρόσχες πρὸς τὴν δέησίν μου...
Γέγονα πρόσκομμα τῶν ἀνθρώπων, γεωργήσας ὡς γηγενής, γεηρά, γάμω ὡμίλησα σὴ προστάξει, καὶ παρέβην μιάνας κοίτην ἐμήν, ὁ ἀπὸ γὴς πλαστουργήσας, τὸ πλάσμα σου μὴ παρίδης, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ῥύσαί με ἐκ τῶν καταδιωκόντων με...
Δήμιος γέγονα τὴ ψυχή μου, τῆς σαρκός μου πρόνοιαν ποι ἠσάμενος, δαίμοσι παίγνιον κατεστάθην, ἡδοναὶς δουλεύων καὶ ἀτοπήμασι. Τὴ εὐσπλαγχνία σου φεῖσαι, φυγαδευτὰ τῶν δαιμόνων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου...
Εκῶν ἐξήμαρτον ὑπὲρ πάντας, διὰ τοῦτο ἐγκαταλέλειμμαι, ἔχω ἀντίδικον τῆς ψυχῆς μου, τῆς σαρκὸς τὸ φρόνημα καὶ σκοτίζει με. Ὁ φωτισμὸς τῶν ἐν σκότει, καὶ ὁδηγὸς πλανωμένων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοί.
Ζήσεται ἔλεγεν ὁ Προφήτης, ἡ ψυχή μου Κύριε, καὶ αἰνέσει σε, ζήτησον πρόβατον πλανηθὲν με, καὶ ἀρίθμησόν με τὴ ποίμνη σου, δὸς μοὶ καιρὸν μετανοίας, ἵνα στενάζων βοῶ σοί. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε...
Ἥμαρτον ἥμαρτον ἀθετήσας, τὰ προστάγματά σου Χριστὲ ὁ Θεός, ἵλεως γενοῦ μοί, ὧ Εὐεργέτα, ἵνα βλέψω τοὶς ἔνδοθεν ὀφθαλμοίς, καὶ ἀποφύγω τοῦ σκότους, καὶ μετὰ φόβου βοήσω. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Γενηθήτω τὰ ὤτά σου προσέχοντα...
Θήρές με ἄγριοι περιέσχον, ἀλλ' ἐξ αὐτῶν μὲ ἅρπασον Δέσποτα, θέλεις γὰρ ἅπαντας του σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πάντας ἀνθρώπους ὡς Κτίστης, καὶ μετὰ πάντων μὲ σῶσον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ἐὰν ἀνομίας παρατηρήσης Κύριε...
Ἴαμα γίνου μοὶ Εὐεργέτα, λυτρωτὰ σωτήρ μου καὶ μὴ ἀπώση με, ἴδε μὲ κείμενον ἀνομίαις, καὶ ἀνάστησόν με ὡς παντοδύναμος, ἵνα καγῷ ἐξαγγέλλω, τὰς πράξεις μου καὶ βοῶ σοί. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε...
Κρύψας τὸ τάλαντον τὸ δοθὲν μοί, ὡς ἀγνώμων δοῦλος τὴ γῆ κατέχωσα, καὶ γὰρ ὡς ἄχρηστος κατεκρίθην, καὶ οὐ τολμῶ λοιπὸν ἐξαιτήσαί σοί, ὡς ἀνεξίκακος οἴκτειρόν με, ἵνα καγῷ ἀνακράζω. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ἀπὸ φυλακῆς πρωϊας μέχρι νυκτός...
Λίμνην ἐξήρανας παθημάτων, τῆς Αἱμορροούσης ἁφὴ κρασπέδου σου, λήψομαι ἄφεσιν ἐγκλημάτων, ἀδιστάκτω πίστει σοὶ προσερχόμενος. Δέξαι καμὲ ὡς ἐκείνην, καὶ ἴασαί μου τὸ ἄλγος. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ὅτι παρὰ τῶ Κυρίω τὸ ἔλεος...
Μέλλεις καθέζεσθαι ἐπὶ θρόνου, ὁ ποιήσας λόγῳ τὸν οὐρανὸν καὶ τὴν γήν, μέλλομεν ἅπαντες παραστῆναι, ἐξαγγέλλοντές σοὶ τὰς ἁμαρτίας ἡμῶν, πρὸ τῆς ἡμέρας ἐκείνης, ἐν μετανοίᾳ με δέξαι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη...
Νεῦσον τῶ ὄμματι τῶ εὐσπλάγχνω, καὶ γενοῦ μοὶ ἵλεως μόνε Σωτήρ, νάματα δώρησαι ἰαμάτων, τὴ ἀθλία μου καὶ ταλαιπώρω ψυχή, ἀπόσμηξον ἐκ τοῦ ῥύπου, τῶν ἔργων μου ἵνα μέλψω. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ...
Ξίφη ηὐτρέπισεν ὁ Βελίαρ, ἐκθηρεῦσαι σπεύδων τὴν ταπεινήν μου ψυχήν, ξένον ἐποίησέ με Οἰκτίρμον, φωτισμοῦ τῆς γνώσεως τοῦ προσώπου σου. Ὁ κραταιὸς ἐν ἰσχύϊ, τούτου σκευῶν ἅρπασόν με. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου...
Ολος τοὶς πάθεσιν ἐδουλώθην, ἐγκαταλείψας νόμον καὶ θείας γραφάς, ὅλον μὲ ἴασαι εὐεργέτα, δι' ἐμὲ κατ' ἐμὲ γεγονῶς ἀγαθέ, ἐπίστρεψόν με οἰκτίρμον, ὁ τῶν παθῶν καθαιρέτης. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς...
Πόρνη τοὶς δάκρυσι καταβρέχει, τοὺς ἀχράντους τε καὶ τιμίους πόδας σου, πάντας προτρέπουσα τοῦ προστρέχειν, καὶ λαμβάνειν λύσιν τῶν ἐγκλημάτων αὐτῶν. Αὐτῆς τὴν πίστιν παράσχου, καμοὶ Σωτήρ του βοᾶν σοί, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Δόξα σοί, ὁ Θεὸς ἡμῶν, δόξα σοὶ
Ῥύπον καθάρισον τῆς ψυχῆς μου, ὁ δι' ἐμὲ πτωχεύσας καὶ νηπιάσας σαρκί, ῥανίδα ἐλέους σου καταπέμψας, τῶ ἀσθενεῖ καὶ τεθλασμένω Χριστέ, ἀπόπλυνον ἐκ τοῦ ῥύπου, ἰάτρευσον ἀσθενοῦντα. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Δόξα σοί, ὁ Θεὸς ἡμῶν, δόξα σοὶ
Στήριξον Δέσποτα τὴν ψυχήν μου, σοὶ προστρέχειν καὶ σοὶ δουλεύειν ἀεί, σκέπη ὑπάρχεις γάρ μου καὶ φύλαξ, καὶ ἀντίληψΙς καὶ βοήθεια, ἀξίωσον Θεὲ Λόγε, βοᾶν μὲ ἐν παρρησίᾳ. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Δόξα σοί, ὁ Θεὸς ἡμῶν, δόξα σοὶ
Τεῖχος ἀπόρθητον ἡμῖν γενοῦ, Ιησοῦ Σωτὴρ καὶ ἐλεῆμον Θεέ, τρόποις καὶ ἔργοις ἀπατηλοὶς γάρ, συμπεπτώκαμεν, ἀλλ' ἀνάστησον, ὡς εὐεργέτης τὸ πλάσμα, καὶ διαλλάγηθι ὡς οἰκτίρμον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Δόξα σοί, ὁ Θεὸς ἡμῶν, δόξα σοὶ
Υἱὸς ὁ ἄσωτος ἐγενόμην, διασκορπίσας τὸν πλοῦτον, λιμῶ νὺν τήκομαι, ὑπὸ τὴν σκέπην σου καταφεύγω, ὥσπερ ἐκεῖνον δέξαι μὲ Πάτερ ἀγαθέ, καὶ μέτοχον τῆς τραπέζης, ἀξίωσον τοῦ βοᾶν σοί. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Δόξα σοί, ὁ Θεὸς ἡμῶν, δόξα σοὶ
Φθόνω ἐξέβαλε Παραδείσου, τὸν πρωτόπλαστον ὁ ἀρχέκακος, φάσκων τὸ Μνήσθητι ἐπὶ ξύλου, ὁ Ληστὴς ἀπέλαβε τὸν Παράδεισον, ἐγὼ δὲ πίστει καὶ φόβω, τὸ Μνήσθητί μου, βοῶ σοί. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Δόξα σοί, ὁ Θεὸς ἡμῶν, δόξα σοὶ
Χείρά μοὶ ἔκτεινον ὡς τῶ Πέτρω, καὶ ἀνάγαγε τοῦ βυθοῦ ὁ Θεός, χάριν καὶ ἔλεός μοὶ παράσχου, τὴ πρεσβεία τῆς παναμώμου Μητρός, τῆς σὲ τεκούσης ἀσπόρως, καὶ τῶν Ἁγίων σου πάντων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Δόξα σοί, ὁ Θεὸς ἡμῶν, δόξα σοὶ
Ψάλλοντα, δέξαι μὲ καθ' ἑκάστην, ὁ Ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν μου, ψυχὴν καὶ σώμά μου ὁλοκλήρως, εἰς τὰς χείράς σου παρατίθημι, καὶ ἐν νυκτὶ καὶ ἡμέρα, χρεωστικῶς ἐκβοῶ σοί. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Δόξα σοί, ὁ Θεὸς ἡμῶν, δόξα σοὶ
Ὧ τῆς ἀφάτου σου εὐσπλαγχνίας, ὑπεράγαθε ἀνεξίκακε Κύριε! ὧ ἀναμάρτητε καὶ οἰκτίρμον, μὴ μὲ ἀπορρίψης ἀπὸ τοῦ προσώπου σου, ὅπως καγῶ εὐχαρίστως, χαίρων καὶ ψάλλων βοῶ σοί. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.