Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 2 Απριλίου 2009

ΜΕΓΑΛΟΥ ΚΑΝΟΝΟΣ 1

Βοηθὸς καὶ σκεπαστῆς, ἐγένετό μοὶ εἰς σωτηρίαν, οὔτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν, ἐνδόξως γὰρ δεδόξασται».

Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τὴ νὺν θρηνωδία; ἀλλ' ὡς εὔσπλαγχνός μοὶ δός, παραπτωμάτων ἄφεσιν.


Δεῦρο τάλαινα ψυχή, σὺν τὴ σαρκί σου τῶ πάντων Κτίστη, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα.



Τὸν πρωτόπλαστον Ἀδάμ, τὴ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.



Οἴμοι τάλαινα ψυχή! τὶ ὡμοιώθης τὴ πρώτη Εὔα; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.



Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητὴ μοὶ κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἠδέα, καὶ γευόμενος ἀεί, τῆς πικρᾶς καταπόσεως.



Ἐπαξίως τῆς Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τὶ πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;



Τὴν τοῦ Κάϊν ὑπελθῶν, μιαιφονίαν τὴ προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατ' αὐτῆς, ταὶς πονηραῖς μου πράξεσι.



Τὴ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνη, δώρά σοὶ δεκτά, οὐ προσήξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.



Ὡς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῶ πάντων Κτίστη, πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγομεν ὁμοῦ, διὸ καὶ κατεκρίθημεν.



Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοί, σάρκα καὶ ὀστά, καὶ πνοὴν καὶ ζωήν. Ἀλλ' ὧ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.



Ἐξαγγέλλω σοὶ Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην, καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώματός μου πληγάς, ἃς μοὶ ἔνδον, μιαιφόνοι λογισμοί, ληστρικῶς ἐναπέθηκαν.



Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλ' οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζη θερμῶς, δακρῦ ὀντα βλέπεις, καὶ προστρέχεις ὡς Πατηρ, ἀνακαλῶν τόν Ἄσωτον.



Ἐρριμμένον μὲ Σωτήρ, πρὸ τῶν θυρῶν σου κὰν ἐν τῷ γήρει, μὴ μὲ ἀπορρίψης εἰς Ἄδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός μοὶ δός, παραπτωμάτων ἄφεσιν.



Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι, ἀρετῶν εὖ σεβῶν, λιμώττων δὲ κράζω. Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σὺ με οἴκτειρον.



Ὁ λησταῖς περιπεσῶν, ἐγὼ ὑπάρχων τοὶς λογισμοίς μου, ὅλως ὑπ' αὐτῶν τετραυμάτισμαι νύν, ἐπλήσθην μωλώπων, ἀλλ' αὐτὸς μοὶ ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.



Ἱερεὺς μὲ προϊδῶν, ἀντιπαρῆλθε, καὶ ὁ Λευϊτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλ' ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστὰς μὲ οἴκτειρον.



Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας, ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοὶ δός, δάκρυα κατανύξεως.



Μετανοίας ὁ καιρός, προσέρχομαί σοὶ τῶ Πλαστουργῶ μου, Ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοὶ δός, δάκρυα κατανύξεως.



Μὴ βδελύξη με Σωτήρ, μὴ ἀπορρίψης τοῦ σοῦ προσώπου, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοὶ δός, παραπτωμάτων ἄφεσιν.



Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσματά μου, καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα, συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σώσόν με.



Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου ἐπαρωσάμην, ὅλον ἐμπαθῶς, ἀμελῶν ῥαθυμῶν, παρῆλθον τὸν βίον, διὸ κράζω σοὶ Σωτήρ, κὰν ἐν τῷ τέλει, σώσόν με.



Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τὴ ἁμαρτία, ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω. ὁ ἐλέους χορηγός, προφθάσας σὺ με οἴκτειρον.



Σοὶ προσπίπτω Ἰησοῦ. Ἡμάρτηκά σοὶ ἱλάσθητί μοί, ἆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.



Μὴ εἰσέλθης μέτ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμᾷς, ἄλλ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σώσόν με Παντοδύναμε.

Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σὴν μοὶ δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν, καὶ ἆσαι προθύμως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὑποκύψασα Χριστοῦ, τοὶς θείοις νόμοις, τούτω προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμᾷς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἑκατώρθωσας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἱκεσίαις σου ἡμᾶς, Ἀνδρέα ῥύσαι παθῶν ἀτίμων, καὶ τῆς βασιλείας, νὺν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθω, ἀνυμ νούντάς σε κλεινέ, ἀνάδειξον δεόμεθα.

Δόξα...

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοὶ δός, δάκρυα κατανύξεως.