
Συναξάριον
Τὴ αὐτὴ ἡμέρα, Πέμπτη τῆς πέμπτης Ἑβδομάδος τῶν Νηστειῶν, κατὰ τὴν ἀρχαίαν παράδοσιν, ψάλλομεν τὴν Ἀκολουθίαν τοῦ Μεγάλου καὶ κατανυκτικοῦ Κανόνος.
Στίχοι
· Τρόπους, Ἰησοῦ, κατανύξεως δίδου,
· Ἄδουσι νυνὶ Κανόνα σοὶ τὸν Μέγαν.
Ταὶς τοῦ ἁγίου Ἀνδρέου πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Τὴ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Τίτου.
Στίχοι
· Τὶ τοῦτο, Τίτε; καὶ σὺ λείπεις ἐκ βίου;
· Λείπω μεταστάς, δόξαν οὕτω Κυρίω.
· Δευτερίη Τίτοιο ἀπὸ ψυχὴν Νόες ἤραν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Ἀμφιανοῦ καὶ Αἰδεσίου.
Στίχοι
· Σῶ συμβυθισθεὶς Ἀμφιανὲ συγγόνω,
· Ὕδωρ θαλάσσης ἀμφιέννυμαι, λέγε.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Θεοδώρας.
Στίχοι
· Σεμνή, καλή τε ἡ Θεοδώρα οὖσα,
· Δῶρον προσήχθη εὐάρεστον Κυρίω.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυκάρπου.
Στίχοι
· Ὡς κλῆμα τμηθεὶς Πολύκαρπος Κυρίου,
· Τὸν καρπὸν οὕτω πλείονα Χριστῷ φέρει.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.