Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 2 Απριλίου 2009

ΜΕΓΑΛΟΥ ΚΑΝΟΝΟΣ 2

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημησαντα».



Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν.



Πρόσχες μοί, ὁ Θεὸς ὁ Σωτήρ μου, ἰλέω ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.



Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοί, ἀλλ' οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου.



Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ' ὡς τῶ Πέτρω καμοί, τὴν χείρα ἔκτεινον.



Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, καγῶ προβάλλομαι. Ἱλάσθητί μοὶ Σωτήρ, τὴ εὐσπλαγχνία σου.



Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.



Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταὶς τῶν παθῶν ἡδοναίς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.



Διέρρηξα, νὺν τὴν στολήν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοί, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.



Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοί, ὁ ὄφις τὴ συμβουλή, καὶ καταισχύνομαι.



Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἡπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.



Ἐτέκταινον, ἐπὶ τὸν νώτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μακρύνοντες κατ' ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.



Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.



Κατέρραψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία καμοί, γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.



Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.



Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ἠμαγμένον αἰσχρῶς, τὴ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.



Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.



Ὑπέπεσα, τὴ τῶν παθῶν ἀλγηδόνι, καὶ τὴ ἐνύλω φθορά, καὶ ἔνθεν νὺν ὁ ἐχθρός, καταπιέζει με.



Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρῖνας νὺν τὸν βαρύν, κλοιὸν περίκειμαι.



Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τὴ τῶν αἰσχρῶν λογισμῶν, ποικίλη περιβολή, καὶ κατακρίνομαι.



Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδῶν, Θεοτυπώτου σκηνῆς.



Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταὶς φιληδόνοις ὁρμαίς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα.



Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοὶς πάθεσιν, ἀλλ' ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.



Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοί, μόνος ἡμάρτηκά σοί, ὡς μύρον δέχου Σωτὴρ καμοῦ τὰ δάκρυα.



Ὠλίσθησα, ὡς ὁ Δαυϊδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλ' ἀποπλύναις καμέ, Σωτὴρ τοὶς δάκρυσί μου.



Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοί, Σῶτερ ἱλάσθητί μοί, οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοί.



Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτὸς μοὶ ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.



Τὴν θύραν σου, μὴ ἀποκλείσης μοὶ τότε, Κύριε, Κύριε, ἀλλ' ἄνοιξόν μοὶ αὐτὴν μετανοούντί σοί.



Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με, καὶ δέξαι ὡς ἀγαθός, μετανοούντά με.



Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς. Κύριε σώσόν με.

Θεοτοκίον

Ἄχραντε, Θεοτόκε Παρθένε μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἱρμὸς ἄλλος

«Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῶ λαῶ μου, τὴ μόνη δεξιά, καὶ τὴ ἰσχὺϊ τὴ ἐμή».



Ἴδετε ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ἐνωτίζου ψυχή μου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρώην ἁμαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.



Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχὴ; οἴμοι τῶ πρώτω Κάϊν, καὶ τῶ Λάμεχ ἐκείνω, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταὶς παραλόγοις ὁρμαίς.



Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὧ ψυχή, τῶ Σὴθ οὐχ ὡμοιώθης, οὐ τὸν Ἐνῶς ἐμιμήσω, οὐ τὸν Ἐνὼχ τὴ μεταθέσει, οὐ τὸν Νῶε, ἀλλ' ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.



Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου, καὶ κατέκλυσας πᾶσαν, ὡς γὴν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.



Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα, Λάμεχ θρηνῶν ἐβόα, σὺ δὲ οὐ τρέμεις ὧ ψυχή μου, ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.



Ὧ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα, τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτεῖνας, ὡς Κάϊν ὁ φονεύς, ταὶς φιληδόνοις ὁρμαίς!



Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὧ ψυχή, καὶ ὀχύρωμα πῆξαι, ταὶς σαὶς ἐπιθυμίαις, εἰμὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου, καὶ κατέαξεν εἰς γήν, τὰ μηχανήματά σου.



Τέτρωμαι, πέπληγμαι, ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις, βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.



Ἕβρεξε Κύριος, παρὰ Κυρίου πὺρ ποτέ, ἀνομίαν ὀργώσαν, πυρπολήσας Σοδόμων, σὺ δὲ τὸ πὺρ ἐξέκαυσας τὸ τῆς γεέννης, ἐν ὧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.



Γνῶτε καὶ ἴδετε, ὅτι ἐγὼ εἰμι Θεός, ὁ ἐρευνῶν καρδίας, καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁμαρτίας, καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἥπλωσας χείράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ, κακῶν βυθιζομένη, καὶ ὡς τῶ Πέτρω φιλανθρώπως χείρα βοηθείας, ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὅλη προθυμία, πόθω προσέδραμες Χριστῷ, τὴν πρὶν τῆς ἁμαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήμοις ταὶς ἀβάτοις τρεφομένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἴδωμεν ἴδωμεν, φιλανθρωπίαν ὧ ψυχή, τοῦ Θεοῦ καὶ Δεσπότου, διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωμεν βοῶντες. Ἀνδρέου ταὶς λιταίς, Σῶτερ ἐλέησον ἡμᾶς.

Δόξα...

Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοούντά με δέξαι, ἡμαρτηκότα σῶσον, σὸν εἰμι πλάσμα, μὴ παρίδης, ἀλλὰ φεῖσαι καὶ ῥύσαι, τοῦ πυρὸς τῆς καταδίκης με.

Καὶ νύν... Θεοτοκίον

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου, ἰλέωσαι καμοί, ταὶς ἱκεσίαις ταὶς σαίς.



Ὠδὴ γ'

Ὁ Εἱρμὸς

«Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον».



Πὺρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γὴν Σοδόμων πρὶν κατέφλεξεν.



Εἰς τὸ ὄρος σώζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος, καὶ εἰς Σηγὼρ προανασώθητι.



Φεῦγε ἐμπρησμὸν ὧ ψυχή, φεῦγε Σοδόμων καύσιν, φεῦγε φθορὰν θείας φλογώσεως.



Ἐξομολογούμαί σοὶ Σωτήρ. Ἡμαρτὸν σοὶ ἀμέτρως, ἀλλ' ἄνες ἄφες μοί, ὡς εὔσπλαγχνος.



Ἡμαρτὸν σοὶ μόνος ἐγώ, ἥμαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ μὴ ὑπερίδης με.



Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ζήτησόν με τὸν ἄρνα, καὶ πλανηθέντα μὴ παρίδης με.



Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου, ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς

Ὧ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης, καὶ πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον

Χαῖρε θεοδόχε Γαστήρ, χαῖρε θρόνε Κυρίου, χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.

Ἄλλος Εἱρμὸς

«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἔντολών σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)



Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοὶ ἐκ καρδίας μου, πρὸ τοῦ τέλους. Ἥμαρτον ἱλάσθητι σώσόν με.



Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην, τὴν ἐκείνων κληρωσάμενος, καταδίκην, ἐν κατακλυσμῷ καταδύσεως.



Ἡμάρτηκα Κύριε, ἡμάρτηκά σοὶ ἱλάσθητί μοί, οὐ γὰρ ἐστιν ὃς τὶς ἥμαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοὶς πταίσμασι.



Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάμψασα.



Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῆ τῆς ἀφέσεως.



Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου, δεῦρο εἰς γὴν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.



Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα, γὴν πατρώαν, καὶ γενόμενον, μετανάστην, τούτου τὴν προαίρεσιν μίμησαι.



Ἐν τῇ δρυϊ τὴ Μαμβρή, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραμα.



Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν, μυστικῶς ὁλοκαρπούμενον, τῶ Κυρίω, μίμησαι αὐτοῦ τὴν προαίρεσιν.



Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύημα, βλέπε μήπως, ὅμοιόν τι πάθης λαγνεύουσα.



Τὴ Ἄγαρ πάλαι ψυχή, τὴ Αἰγυπτία παρωμοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.



Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην, ἀπὸ γὴς πρὸς τὰ οὐράνια, τὶ μὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;



Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ, βίου ἐν ἀνθρώποις μιμήθητι.



Μὴ γένη στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγμα φοβείτω σε, τῶν Σοδόμων, ἄνω εἰς Σηγὼρ διασώθητι.



Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας, φεῦγε Σόδομα καὶ Γόμορρα.

φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.



Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοί, ὅτε ἤξεις μέτ' Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ' ἀξίαν τῶν πράξεων.



Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀπορρίψης, ἀλλ' οἰκτείρησον φιλάνθρωπε, καὶ παράσχου, πίστει αἰτουμένοις τὴν ἄφεσιν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Συνέχομαι κλύδωνι, καὶ τρικυμία Μῆτερ πταισμάτων, ἀλλ' αὐτὴ μὲ νὺν διάσωσον, καὶ πρὸς ὅρμον, θείας μετανοίας εἰσάγαγε.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἰκέσιον δέησιν, νυνὶ Ὁσία προσαγαγοῦσα, πρὸς τὴν εὔσπλαγχνον πρεσβεία σου, Θεοτόκον, ἄνοιξόν μοὶ θείας εἰσόδους σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ταὶς σαὶς λιταὶς δώρησαι, καμοὶ τὴν λύσιν τῶν ὀφλημάτων, ὧ Ἀνδρέα Κρήτης Πρόεδρε, μετανοίας, σὺ μυσταγωγὸς γὰρ πανάριστος.