Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν. Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τὴ δυνάμει σου Κύριε.
Τὰ ἔργα σου μὴ παρίδης, τὸ πλάσμα σου μὴ παρόψη Δικαιοκρῖτα, εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε, ἀλλ' ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁμαρτήματα.
Ἐγγίζει ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζη. Ὁ καιρὸς συντέμνει, διανάστηθι, ἐγγὺς ἐπὶ θύραις ὁ Κριτὴς ἐστιν, ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει, τὶ μάτην ταραττόμεθα;
Ἀνάνηψον ὧ ψυχή μου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου, καὶ ταύταις ἐπ' ὄψεσι προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου, εἰπὲ παρρησία τὰς πράξεις, τὰς ἐνθυμήσεις, Χριστῷ, καὶ δικαιώθητι.
Οὐ γέγονεν ἐν τῷ βίω, ἁμάρτημα οὐδὲ πρᾶξις, οὐδὲ κακία, ἣν ἐγὼ Σωτὴρ οὐκ ἐπλημμέλησα, κατὰ νοῦν καὶ λόγον, καὶ προαίρεσιν, καὶ θέσει, καὶ γνώμη, καὶ πράξει ἐξαμαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.
Ἐντεῦθεν καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας, ὑπὸ τῆς οἰκείας συνειδήσεως, ἢς οὐδὲν ἐν κόσμῳ βιαιότερον. Κριτὰ λυτρωτά μου καὶ γνώστα, φεῖσαι καὶ ῥύσαι, καὶ σώσόν με τὸν δείλαιον.
Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου, πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως, εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρία, βιοῦν ἀνακαι νίσθητι.
Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε δι' ἔνδειαν ὁ Πατριάρχης καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθ' ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων, πυκτεύων, δουλεύων, ἵνα τὰς δύω, γυναῖκας εἰσαγάγηται.
Γυναίκάς μοὶ δύω νόει, τὴν πράξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ, τὴν μὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον, τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον, καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις, οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.
Γρηγόρησον ὧ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις, ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσης νοὺς ὁρῶν τὸν Θεόν, καὶ φθάσης τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένη μεγαλέμπορος.
Τοὺς δώδεκα Πατριάρχας, ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας, μυστικῶς ἐστήριξέ σοὶ κλίμακα, πρακτικῆς ψυχη μου ἀναβάσεως, τοὺς παίδας, ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέμενος.
Ἡσαὺ τὸν μεμισημενον, ζηλοῦσα ψυχή, ἀπέδου τῶ πτερνιστή σου, τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς εὐχῆς ἐξέπεσας, καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί, γνώσει, διὸ νὺν μετανόησον.
Ἐδὼμ ὁ Ἡσαὺ ἐκλήθη, δι' ἄκραν θηλυμανίας ἐπιμιξίαν, ἀκρασία γὰρ ἀεὶ πυρούμενος, καὶ ταὶς ἡδοναὶς κατασπιλούμενος. Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία, ψυχῆς φιλαμαρτήμονος.
Ἰὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὧ ψυχή μου δικαιωθέντα, τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στερρὸν οὐκ ἔσχες τῆς προθέσεως, ἐν πάσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλ' ὤφθης ἀκαρτέρητος.
Ὁ πρότερον ἐπὶ θρόνου, γυμνὸς νὺν ἐπὶ κοπρίας καθηλκωμένος, ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις ἀφαιρέοικος αἰφνίδιον, παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας, τὰ ἕλκη ἑλογίζετο.
Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος, πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτω ἐπιβρίθων καὶ βοσκήμασιν, ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.
Εἰ δίκαιος ἣν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα, τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα, ψυχὴ τὶ ποιήσεις, ἐάν τὶ τῶν ἀδοκήτων, συμβὴ ἐπενεχθήναί σοὶ;
Τὸ σῶμα κατερρυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἠλκώθην, ἀλλ' ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοὶ θεράπευσον, ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον Σωτήρ μου, χιόνος καθαρώτερον.
Τὸ Σώμά σου καὶ τὸ Αἷμα, σταυρούμενος ὑπὲρ παντων, ἔθηκας Λόγε, τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσης με, τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνης με, τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξης, Χριστὲ τῶ σῶ Γεννήτορι.
Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς οἰκτίρμον, ἵνα σωθῶμεν, ἑκουσίως ξύλω ἀνεσταύρωσαι, ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεώγνυτο, τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνούσί σε.
Γενέσθω μοὶ κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα, τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι, χριόμενος, πίνων, ὡς χρίσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια.
Γυμνὸς εἰμι τοῦ Νυμφῶνος, γυμνὸς εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου, ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοὶ καθεύδοντι, τὸ δεῖπνον ἑβρώθη, ἐγὼ δὲ χείρας καὶ πόδας, δεθεὶς ἔξω ἀπέρριμμαι.
Κρατήρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου τὴν ζωηφόρον, ἐξ ἦς ὁ διπλοῦς ἡμῖν ἐξέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως, εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύω ἅμα, Διαθηκῶν Σωτὴρ ἡμῶν.
Ὁ χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας, ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.
Ὑψήγορος νὺν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἴκῇ καὶ μάτην, μὴ τῶ Φαρισαίω συγκαταδικάσης με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν, παράσχου μοὶ μόνε οἰκτίρμον, δικαιοκρῖτα, καὶ τούτω συναρίθμησον.
Ἐξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα οἰκτίρμον, ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ ἓν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.
Αὐτείδωλον ἐγενόμην, τοὶς πάθεσι τὴν ψυχήν μου καταμολύνας, ἀλλ' ἓν μετανοία μὲ παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.
Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου τοῦ Νομοθέτου, ἀλλ' ἐν μετανοίᾳ μὲ παράλαβε, καὶ ἐν ἐπὶ' γνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρώμα τοῦ ἀλλοτρίου, Σωτὴρ αὐτὸς μὲ οἴκτειρον.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀσώματον πολιτείαν, ἐν σώματι μετελθοῦσα, χάριν Ὁσία, πρὸς Θεοῦ μεγίστην ὄντως εἴληφας, τῶν πιστῶς τιμώντων σὲ προϊστασο, διὸ δυσωποῦμεν, παντοίων πειρατηρίων, ἡμᾶς εὐχαίς σου λύτρωσαι.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Μεγάλων ἀτοπημάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης, ἀλλ' ἀνέδραμες λογισμῶ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως, σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀνδρέα Πατέρων κλέος, εὐχαίς σου μὴ ἐπιλάθη καθικετεύων, παρεστὼς Τριάδα τὴν ὑπέρθεον, ὅπως λυτρωθῶμεν τῆς κολάσεως, οἱ πόθω προστάτην σὲ θεῖον, ἐπικαλοῦντες, τὸ Κρήτης ἐγκαλλώπισμα.
Δόξα...
Ἀμέριστον τὴ οὐσία, ἀσύγχυτον τοὶς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν θεότητα, ὡς Ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοὶ τὸ Ἄσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.