Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.
Νέαν ἔδειξε κτίσιν, ἐμπανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες:
Χαῖρε, τὸ ἄνθος της ἀφθαρσίας,
χαῖρε, τὸ στέφος της ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χαῖρε, των Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὐ σκέπτοναι πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολή των γυμνῶν παρρησίας,
χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες, ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄντρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τους Αὐτῷ βοῶντας: Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω, καί των ἄνω οὐδόλως ἀπὴν ὁ ἀπερίγραπτος Λόγος; συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε; καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα:
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα;
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, των ἀπίστων ἀμφίβολον ἄκουσμα;
χαῖρε, των πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον του ἐπί των Χερουβείμ;
χαῖρε, οἴκημα πανάριστον του ἐπί των Σεραφείμ.
Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα;
χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις;
χαῖρε, δι' ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς της Χριστοῦ βασιλείας;
χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα της σῆς ἐνανθρωπήσεως ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως; Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε; ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν:
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφρους ἀσόφους δεικνύουσα;
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ;
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ των μύθων ποιηταί.
Χαῖρε, των Ἀθηναίων τὰς πλοκὰς διασπῶσα;
χαῖρε, των ἀλιέων τὰς σαγῆνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα;
χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς των θελόντων σωθῆναι;
χαῖρε, λιμήν του βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.
Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πάντας σοὶ προσφωνεῖν διδάξας.
Χαῖρε, ἡ στήλη τῆς παρθενίας.
χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως.
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς.
χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν,
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα.
χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως.
χαῖρε, πιστοὺς Κυρίω ἁρμόζουσα,
Χαῖρε, καλὴ κουροτρόφε παρθένων.
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων,
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὕμνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῶ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ τὴ ψάμμω ὠδάς, ἂν προσφέρωμέν σοί, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὢν δέδωκας ἡμῖν, τοὶς σοὶ βοῶσιν, Ἀλληλούϊα.
Ἀλληλούϊα.
Φωτοδόχον λαμπάδα, τοὶς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον, τὸ γὰρ ἄϋλον ἄπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγὴ τὸν νοῦν φωτίζουσα, κραυγὴ δὲ τιμωμένη ταῦτα.
Χαῖρε, ἀκτὶς νοητοῦ Ἠλίου,
χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
χαῖρε, ὦς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα,
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
χαῖρε, ὅτι τὸν πολύρρητον, ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον,
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν,
χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας.
χαῖρε, ζωὴ μυστικῆς εὐωχίας,
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι' ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως, Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ψάλλοντές σου τὸν τόκον, ἀνυμνούμέν σε πάντες, ὦς ἔμψυχον ναόν, Θεοτόκε, ἐν τῇ σὴ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τὴ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας.
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου.
χαῖρε, Ἁγία Ἁγίων μείζων,
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῶ Πνεύματι.
χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν.
χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν,
Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος.
χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἦς ἐγείρονται τρόπαια.
χαῖρε, δι' ἦς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὧ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (γ'), δεξαμένη τὴν νὺν προσφοράν, ἀπὸ πάσης ῥύσαι συμφορὰς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας, Ἀλληλούϊα.
Ἀλληλούϊα.
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ Χαῖρε (γ') καὶ σὺν τὴ ἀσωμάτω φωνή, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.
Χαῖρε, δι' ἦς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἦς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,
χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς,
χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοίς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἦς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἦς βρεφουργεῖται Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Οὐκ ἐλάτρευσαν, τὴ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀνυμνούμέν σε, βοῶντες Χαῖρε ὄχημα, Ἠλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζρντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σὲ δοξαζόντων.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰατήρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἢ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, δι' ἦς χαρὰς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογήσαί σε, ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νὺν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σὲ προσκυνοῦντας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοί. Χαῖρε ὁ τόμος ἐν ὧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλω ζωῆς τους δούλους σου, καταγράψαι Θεοτόκε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύομεν, οἱ δούλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν, Κλῖνον τὸ οὖς σου, Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πολὶν Θεοτόκε.
Σῶσαι θέλων τὸν κόσμον ὁ των ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος; ὁμοίω γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει; Ἀλληλούϊα.
Ἀλληλούϊα.
Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.