Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 4 Απριλίου 2009

ΟΣΙΟΙ ΘΕΩΝΑΣ.....ΣΥΜΕΩΝ.....


ΤΗ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΠΡΙΛΙΟΥ



Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ ἐν τῷ Μαλαιῶ
Συναξάριον

Τὴ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ ἐν τῷ Μαλαιῶ.

Στίχοι

· Ψυχὴν ὁ Γεώργιος ἀσμένως δίδως,

· Ψυχῶν γεωργῶ καὶ φυτουργῶ σαρκίων.

· Τὴ δὲ τετάρτη ἀπῆρε Γεώργιος εἰς πόλον εὐρύν.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδούλου καὶ Ἀγαθόποδος.

Στίχοι

· Πρῶτος θάλασσαν εἴσιων Ἀγαθόπους,

· Ἔργοις ὑπῆρχε Χριστόπους Θεοδουλω.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φερβούθας καὶ τῆς παιδίσκης αὐτῆς καὶ τῆς συνοδίας αὐτῆς.

Στίχοι

· Ἁπλὴν μὲ πλάττεις, Χριστὲ διπλὲ τὴν φύσιν,

· Ἔχεις δὲ πρισθείσάν με διπλῆν Φερβούθαν.

· Δούλας ἀληθεῖς Δεσπότου Θεοῦ δύο,

· Δούλην τε καὶ Δέσποιναν ἔπρισε πρίων.



Τὴ αὐτὴ ἡμέρα' Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποπλίου.

Στίχοι

· Ἓν οὐρανοῖς, Πόπλιε, μισθὸς σοὶ μέγας,

· Πρὸς οὓς ἀπαίρων χαῖρε καὶ κρότει μέγα.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἤμων Πλάτωνος, Ἡγουμένου Μονῆς τοῦ Στουδίου.

Στίχοι

· Πλάτων ἀρίστην εὖ μετεπλάσθη πλάσιν,

· Χριστῷ πλάσαντι συγκραθεὶς πλάσιν ξένην.



Τὴ αὐτὴ ἡμέρα, οἱ τρεῖς Ὅσιοι, θεωνάς, Συμεών, καὶ Φερβῖνος, ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

· Ψυχὰς δέχου τρεῖς οὐ κεκηλιδωμένας,

· Ψυχῶν ἀκηλίδωτε τῶν θείων τόπε.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσιμά, τοῦ κηδεύσαντος τὴν Ὅσίαν Μαρίαν τὴν Αἰγυπτίαν.

Στίχοι

· Ζώσαν προπέμψας Ζωσιμὰς τὴν Μαρίαν,

· Θανοῦσαν εὗρεν, ἀλλὰ νὺν ζῶσιν ἅμα.



Τὴ αὐτὴ ἡμέρα, ὁ ὅσιος θεωνάς, ὁ ἐν τῇ μονὴ τοῦ Παντοκράτορος ἀσκήσας, ὕστερον δ' ἐπίσκοπος Θεσσαλονίκης γενόμενος, ἐν εἰρήνῃ τελειοῦται.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.