ΜΑΡΤΙΟΥ
Μνήμη τῆς ἁγίας Ὁσιομάρτυρος Εὐδοκίας τῆς ἀπὸ Σαμαρειτῶν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐδοκίας τῆς ἀπὸ Σαμαρειτῶν.
· Ἡ Σαμαρεῖτις οὐχ ὕδωρ Εὐδοκία,
· Ἀλλ' αἷμα, Σῶτερ, ἐκ τραχήλου σοὶ φέρει.
· Μαρτίου ἀμφὶ πρώτη ἡ Εὐδοκία ξίφος ἔτλη.
Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς Ἁγίας Δομνίνης, καὶ τῶν σὺν αὐτή.
Στίχοι
· Τῶν ἀρετῶν φέρουσα φόρτους Δομνῖνα,
· Θεῷ προσῆλθεν ἔμπορος πανολβία.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.
Στίχοι
· Θάλαμος ἡ θάλασσα νυμφικὸς γίνη,
· Ἀντωνίναν κρύπτουσα νύμφην Κυρίου.
Τὴ αὐτὴ ἡμέρα οἱ Ἅγιοι Μάρκελλος καὶ Ἀντώνιος, πυρὶ τελειοῦνται.
Στίχοι
· Χώνη τὶς ἡ κάμινος Ἀθληταῖς δύο,
· Οἳ χρυσίου λάμπουσιν ἐν ταύτῃ πλέον.
Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες Σίλβεστρος καὶ Σωφρόνιος ξίφει τελειοῦνται.
Στίχοι
· Οὐ καρτερῶν Σίλβεστρε θρησκεύειν πλάνην,
· Σὺν Σωφρονίω τὴν τομὴν ἐκαρτέρεις.

Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Νεστοριανὸς ξίφει τελειοῦται.
Στίχοι
· Εἰς τουπίσω τράχηλον ἐξειλκυσμένος,
· Νεστοριανὸς τὴν σφαγὴν πρόσω φέρει.
Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.