Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 2 Φεβρουαρίου 2009

ΕΝ ΝΟΜΩ, ΣΚΙΑ ΚΑΙ ΓΡΑΜΜΑΤΙ...... ΤΡΥΓΟΝΩΝ ΖΕΥΓΟΣ..... ΣΩΦΡΩΝ ΑΝΝΑ....

Ἐν νόμῳ, σκιὰ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρω, μεγαλύνομεν.
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ὤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
Τοὶς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἣν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφήτις, τῶ ἐκ Παρθένου τεχθέντι, καὶ οἴω γόνω Πατρός, ἐν τῷ ναῶ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Γένος ἄπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σὲ πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Τοὶς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἣν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφήτις, τῶ ἐκ Παρθένου τεχθέντι, καὶ οἴω γόνω Πατρός, ἐν τῷ ναῶ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῶ.
Τοὶς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἣν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφήτις, τῶ ἐκ Παρθένου τεχθέντι, καὶ οἴω γόνω Πατρός, ἐν τῷ ναῶ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ἐπιβλέπεις πρὸς τὴν γήν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;
Τοὶς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἣν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφήτις, τῶ ἐκ Παρθένου τεχθέντι, καὶ οἴω γόνω Πατρός, ἐν τῷ ναῶ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νὺν ἀπόλυσιν ζητῶ.
Ἀπέδωκάς μοὶ ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τὴ σκιὰ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.
Ἀπέδωκάς μοὶ ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τὴ σκιὰ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῶ προσφέρεσαι, τεσσαρακονθήμερος.
Ἀπέδωκάς μοὶ ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τὴ σκιὰ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεων ὁ Ἱερεύς.
Ἀπέδωκάς μοὶ ἐβόα Συμεών, τοῦ Σωτηρίου σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν τὴ σκιὰ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σὲ Θεόν.
Μητροπάρθενε ἁγνή, τὶ προσφέρεις τῶ ναῶ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;
Ἱεροπρεπῶς ἄνθωμολογείτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρεσβυρὰ τῶ Δεσπότη, ἐν τῷ ναῶ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοίς παροῦσιν ἐμεγάλυνεν.
Νὺν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἰδὸν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Ὃν οἱ ἄνω λειτουργοί, τρόμω λιτανεύουσι, κάτω νὺν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Ἱεροπρεπῶς ἄνθωμολογείτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρεσβυρὰ τῶ Δεσπότη, ἐν τῷ ναῶ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοίς παροῦσιν ἐμεγάλυνεν.