
ΤΗ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεων τοῦ Θεοδόχου, καὶ Ἄννης τῆς Προφήτιδος.
Συναξάριον
Τὴ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Συμεὼν τοῦ Θεοδόχου καί, Ἄννης τῆς Προφήτιδος, ὧν ἡ Σύναξις τελεῖται ἓν τῶ σεπτῶ Ἀποστολείω τοῦ Ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου, τῶ ὄντι ἐν τῷ σεβασμίω ναῶ τῆς Ἁγίας Θεοτόκου, πλησίον τῆς ἁγιωτάτης Μεγάλης Ἒ κκλησίας.
Στίχοι
· Ἤγγειλε νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος,
· Ἀνθρωπος ὀφθείς, μέχρι καὶ τούτων φθάσει.
· Οὐ γὰρ ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
· Ἕως ἐπ' αὐτῆς τὸν Θεὸν εἶδε βρέφος.
· Τὴ Τριτάτη δεσμοῖο βίαιο λύθη Συμεώνης.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων μαρτύρων Ἀδριανοῦ καὶ Εὐβούλου.
Στίχοι
· Ἀδριανόν, χαίροντα τμηθῆναι ξίφει,
· Χείρ, ἡ φόνοις χαίρουσα τέμνει δημίου.
· Ξίφει θανων Εὔβουλε, Κυρίου χάριν,
· Βουλὴν ἐπέγνως ὡς ἀρεστὴν Κυρίω.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βλασίου τοῦ Βουκόλου.
Στίχοι
· Βοῶν ἐπαύλεις Βλάσιον εἶχον πάλαι,
· Αὐλαὶ δὲ νὺν ἔχουσιν αὐτὸν Κυρίου.
Τὴ αὐτὴ ἡμέρα, ὁ προφήτης Ἀζαρίας, υἱὸς Ἀδδῶ, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Χρησμοὺς διδόντος πρὶν θανεῖν Ἀζαρίου,
· Σιγὰ προφητεύουσα λοξὰ Πυθία.
Τὴ αὐτὴ ἡμέρα, Παῦλος καὶ Σίμων οἱ Μάρτυρες ξίφει τελειοῦνται.
Στίχοι
· Καὶ Παῦλον ὧδε, καὶ Σίμωνα γραπτέον,
· Μὴ καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Κλαύδιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Ἔχαιρεν εὑρῶν Κλαύδιος βίου τέλος,
· Ὡς εἶ τὶς εὖροι ψαλμικῶς πολλὰ σκύλα.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.