Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 9 Φεβρουαρίου 2024

ΟΙΚΟΥΜΕΝΙΚΟΝ ΠΑΤΡΙΑΡΧΕΙΟΝ - Ἀνακοινωθέν περί θεσμοθετήσεως γάμου μεταξύ ἀτόμων τοῦ ἰδίου φύλου ἐν Ἑλλάδι

ΟΙΚΟΥΜΕΝΙΚΟΝ ΠΑΤΡΙΑΡΧΕΙΟΝ
Ἀνακοινωθέν περί θεσμοθετήσεως γάμου μεταξύ ἀτόμων τοῦ ἰδίου φύλου ἐν Ἑλλάδι

Ἡ Ἁγία καί Ἱερά Σύνοδος, συνελθοῦσα ὑπό τήν προεδρίαν τῆς Α. Θ. Παναγιότητος εἰς τήν τακτικήν συνεδρίαν αὐτῆς, σήμερον, Τετάρτην, 24ην Ἰανουαρίου 2024, ὑπενθυμίζει εἰς τό εὐσεβές ποίμνιον τοῦ Πανσέπτου Οἰκουμενικοῦ Θρόνου, ἐπί τῇ συζητήσει περί θεσμοθετήσεως γάμου μεταξύ ἀτόμων τοῦ ἰδίου φύλου καί περί τεκνοθεσίας ἐν Ἑλλάδι, τήν δεσμευτικήν Ἀπόφασιν τῆς Ἁγίας καί Μεγάλης Συνόδου τῆς Ὀρθοδόξου Ἐκκλησίας (Κρήτη, Ἰούνιος 2016), ὅτι «ἡ Ἐκκλησία δέν ἀποδέχεται διά τά μέλη αὐτῆς σύμφωνα συμβιώσεως τοῦ αὐτοῦ ἤ ἑτέρου φύλου καί πᾶσαν ἄλλην μορφήν συμβιώσεως, διαφόρου τοῦ γάμου» ὡς «τῆς ἐν Χριστῷ ἑνώσεως ἀνδρός καί γυναικός», ἡ ὁποία «συνιστᾷ μίαν μικράν ἐκκλησίαν ἤ μίαν εἰκόνα τῆς Ἐκκλησίας» (κείμενον «Τό μυστήριον τοῦ γάμου καί τά κωλύματα αὐτοῦ», Ι.10 καί 4). Σημειοῦται συγχρόνως, ὅτι τά συνάπτοντα τοιαύτας μορφάς συμβιώσεως μέλη τῆς Ἐκκλησίας πρέπει νά ἀντιμετωπίζωνται μετά ποιμαντικῆς εὐθύνης καί ἐν Χριστῷ ἀγάπης.

Ἐκ τῆς Ἀρχιγραμματείας τῆς Ἁγίας καί Ἱερᾶς Συνόδου.