Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 27 Μαΐου 2020

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΡΩΣΣΟΥ

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΡΩΣΣΟΥ

 

Ψαλλομένη κατὰ τὴν 27ην Μαΐου.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

          Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ΣΤ’ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.

Ἦχος α'. Ἔδωκας σημείωσιν.

Ἤστραψεν ὡς Ἥλιος, ἡ θεία μνήμη σου σήμερον, τοὺς πιστσὺς καταυγάζουσα, θείαις φρυκτωρίαις, μάκαρ Ἰωαννη, καὶ παθημάτων τὴν ἀχλύν, καὶ τῶν δαιμόνων σκότος διώκουσα· διό σε μακαρίζομεν καὶ ἐτησίως γεραίρομεν, ὡς ὑπέρμαχον ἄσειστον, πρεσβευτὴν ὡς θερμότατον.

 

Ἄγγελος ἐπίγειος, οἷα περ ἄλλος ἐβίωσας, ἐγκρατείᾳ τὸ σῶμά σου, μαράνας θεόσοφε, καὶ ταῖς ἀγρυπνίαις, στάσεσι παννύχοις, μνήμην θανάτου ἐμποιῶν, τὰ θεῖα πάτερ ἐπαξιούμενος, μυστήρια καθ' ἕκαστον, Σάββατον· ὅθεν προσήγαγες σεαυτὸν καλλιέρημα, τῷ τῶν ὅλων δεσπὸ-

ζοντι.

 

Πάντας τοὺς τιμῶντας σουτὴν θείαν μνήμην καὶ ἔνδοξονἸωάννη μακάριεφύλαττε πρεσβείαις σουταῖς πρὸς τὸν Δεσπότηντοῦτον ἱκετεύωνἀπὸ κινδύνων καὶ παθῶνἡμᾶς καὶ ἀγανάκτησιναὐτοῦ νῦν ἀπομάκρυνοντὴν καθἡμῶν Πάτερ Ὅσιεὅπως πᾶσι κηρύττωμεντὴν θερμὴν προστασίαν σου.

Ἕτερα ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

Ὅλην ἀποθέμενος, τὴν τῶν παθῶν ἀλογίαν, καὶ σάρκα τῷ πνεύματι, ὑποτάξας γέγονας, σκεῦος ἔνθεον, Μοναστῶν ἔρεισμα, Ἀσκητῶν σέμνωμα, τῶν Ὁσίων ἐγκαλλώπισμα καὶ νῦν τὸ ἄρρητον, κάλλος ἐποπτεύων τοΰ Κτίστου σου, τρυφᾷς ἀεὶ τῆς πόλεως τῆς ἐπουρανίου ἐν Πνεύματι. Ὅθεν συνελθόντες, ᾀσμάτων σου τὴν μνήμην ἐν ᾠδαῖς, νῦν ἐκτελοῦντες δοξάζομεν, Ἰωάννη Ὅσιε.

 

Πλοῦτον ἀναφαίρετοντῶν Προκοπέων ἡ πόλιςεὐμοιρεῖ σε Ὅσιεφαειναῖς αὐγάζοντα ταῖς λαμπρότησινᾖ καὶ νῦν βράβευσονκαὶ αὐτὴν ἔμπλησοντῆς εἰρήνης θεῖα τρόπαιαἐχθρῶν τὴν ἔπαρσιντῶν μὴ φαινομένων κατάργησονπρεσβείαις σου πανένδοξεκαὶ τῆς συμπαθοῦς μεταδόσεωςπλῆσον τάς καρδίας ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶςἐν παρρησίᾳ δεόμενοςὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανέντιμον, σκῆνος τεθησαύρισται τοῦ τρισμάκαρος, ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λάρναξι, λιτανεύοντες βοήσωμεν· πρόφθασον Ἅγιε, καὶ τοὺς ἐν ἀνάγκαις, ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ὅπως Ἰωάννη, λειψάνων σου τὴν θήκην ἐν χαρᾷ καὶ παρρησίᾳ δοξάζωμεν, χάρις τὴν βρύουσαν.

Δόξα, ἦχος πλ. β'.

Σήμερον τῷ πανυψίστῳ Θεῷ αἶνος ἐκ χοϊκῶν χειλέων προσᾴδεται. Ἔλαμψε γὰρ ὡς Ἥλιος φαιδρὸς τοῦ Θεοφόρου Πατρὸς ἡμῶν μνήμη ἡ πανένδοξος. Οὗτος γὰρ ὁ ἀείμνηστος τὸ καρτερικὸν τοῦ πολυάθλου Ἰὼβ μιμησάμένος ἀκλόνητος ἵστατο ἐν αἷς ὑπέπεσε κακουχίαις· αἰχμάλωτος δὲ ὤν, τὸν τῆς αἰχμαλωσίας πρωταίτιον, τὸν μισάνθρωπον ἐχθρὸν κατῄσχυνεν. Ὅθεν χοροστασίαι τῶν πιστῶν συνελθόντες, οὕτω βοήσωμεν· Πάτερ ἀγαθέ, ὁ ἐν οὐρανοῖς, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τοῦ σοῦ Ὁσίου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. τῆς ἑορτῆς, ἢ τὸ δογματικὸν Θεοτοκίον.

 

    Εἴσοδος. Φῶς Ἱλαρόν. Τὸ προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ΄ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς· καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ'αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστω· διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει δ΄ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπῶν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφθήσονται χάλαζαι· ἀγανακτήσει κατ'αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλείσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὗ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος· εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον· τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν ἐν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

          Εἰς τὴν Λιτήν.

Ἦχος α'.

Εὐφραίνου ἐν Κυρίῳ, πόλις ἡ Προκοπέων, ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα, Ἰωάννην τὸν τῆς Ῥωσσίας γόνον, κόλποις σου κατέχουσα, ὡς θησαυρὸν ἀπόλαυε τῶν θαυμάτων αὔτοῦ τάς ἰάσεις καθορῶσα, καὶ εὐχαρίστως τῷ Σωτῆρι βόησον Φιλάνθρωπε Κύριε δόξα σοι.

Ἦχος β'.

Ἡ τῶν τιμίων σου λειψάνων θεία λάρναξ ἰάματα πηγάζει τοῖς πιστοῖς, χαριτώνυμε Ὅσιε Πάτερ· καὶ ἡ ἁγία σου ψυχὴ Ἀγγέλοις συνοῦσα, ἀξίως ἐπαγάλλεται ἔχων οὖν πρὸς Κύριον σοφὲ τὴν παρρησίαν, καὶ σὺν τοῖς Ὁσίοις χορεύων ἐν οὐρανοῖς, ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.

Ἦχος γ'.

Ἅπας τῶν συναθροισθέντων δῆμος ἱερός, ἐπὶ τῇ τοῦ Ὁσίου μνήμη τῇ φαιδρᾷ ὁμοφώνως συγχάρητε κράζοντες· Χαίροις, τὸ τῆς Ῥωσσίας κάλλιστον θρέμμα, καὶ τῶν πιστῶν ἁπάντων τὸ σεμνολόγημα· Χαίροις, ὁ δυσήνιον σάρκα, καθυποτάξας τῷ πνεύματι, καὶ τάς ὁρμὰς ἀμβλύνας τῶν παθῶν, τῇ ῥοῇ τῶν δακρύων σου, ὦ Ἰωάννη· Χαίροις, τὸ ἥμερον καύχημα, καὶ τῆς Ἐκκλησίας τῶν πιστῶν τὸ ἀγαλλίαμα.

Ἦχος δ'.

Φερωνύμως ἡ κλῆσίς σου γέγονε χαριτώνυμος, Ὅσιε Πάτερ· ὡς γὰρ ὁ θεῖος Βαπτιστής, μεταξὺ τοῦ Ἰουδαϊκοῦ λαοῦ ἐχαριτώθη, καὶ παρὰ Χριστοῦ σαφῶς ἐμαρτυρήθη, οὕτω καὶ σὺ ὁ ὁμώνυμος αὐτοῦ καὶ μιμητής, μεταξὺ τοῦ ματαιόφρονος λαοῦ, χάριν οὐρανόθεν εἴληφας, τῇ θεαρέστῳ πολιτείᾳ σου, ὦ Ἰωάννη· διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν τῶν πιστῶς ἐπιτελούντων, τὴν ἁγίαν σου σοφὲ πανήγυριν.

Δόξα, Ἦχος πλ. α'.

Χαρμοσύνως σήμερον Θεῷ, ἡ τῶν Προκοπέων πόλις σκιρτῶσα βόησον. Ἐλαμπρύνθη μου τὸ κάλλος, ὑπὲρ πᾶσαν ἄλλην πόλιν τῶν ἐνθάδε· Ἰδοὺ γὰρ ὁ τῆς Ῥωσσίας θεῖος γόνος, καὶ τὸ τῶν Ὁσίων μέγα κειμήλιον, Ἰωάννης ὁ ὄντως χαριτώνυμος, τὴν πορείαν πρὸς τὸν Οὐρανὸν ἐποιήσατο, καταλιπών μοι σεμνολόγημα, τὸ αὐτοῦ ἅγιον σκῆνος. Δεῦρο δή μοι ἅπαν τὸ σύστημα τῶν Ὀρθοδόξων ἑορτάσωμεν αὐτοῦ τὴν θείαν μνήμην, ἵνα καὶ τῆς αὐτοῦ κοινωνήσωμεν χάριτος· τοῦ πρεσβεύοντος ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, τῆς Ἑορτῆς, εἰ δὲ μή, Μακαρίζομέν σε.

 

    ΕΙς τὰ Ἀπόστιχα. προσόμοια.

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Δεῦτε τῶν Ἀγγέλων οἱ χοροί, δεῦτε τῶν Ὁσίων οἱ δῆμοι, κλεινὲ Ἀντώνιε, θεῖέ τε Εὐθύμιε, Σάββα Ἀρσένιε, Συμεὼν καὶ Ἀλύπιε, θεῖοι στυλῖται, δεῦτε ὑποδέξασθε τὸν τῆς Ῥωσσίας βλαστόν, θεῖον Ἰωάννην τὸν ὄντως, μιμητὴν ὑμῶν τε καὶ μύστην, καὶ ὑπὲρ ἡμῶν ὁμοῦ πρεσβεύσατε.

Στίχος. Τίμιος ἐναντίον Κυοίου.

Ξένος καὶ αἰχμάλωτος ἀχθείς, ταῖς Ἀγαρηνῶν χερσὶ Πάτερ, ξένην ἐβίωσας, πολιτείαν ἔνδοξε οἰκήσας, σταύλῳ τινί, ὡς Ἰὼβ ἄλλος Ὅσιε, ὁ ἐπὶ κοπρίας, στένων καὶ θλιβόμενος, καὶ ἀειρρόους κρουνούς, χέων θερμοτάτων δακρύων ἔφθασας πρὸς ὃν δ' ἐπεπόθεις, Ἰωάννη ὄντως χαριτώνυμε.

Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ·

Ἔχων παρρησίαν πρὸς Θεόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σεπτὴν ἑορτήν, Ἰωάννη Ὅσιε, θερμῶς παράστηθι, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως δεινῶν λυτρούμενος, νέμων τε ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, ἐν ᾠδαῖς καὶ ὕμνοις σε γεραίρωμεν.

Δόξα, Ἦχος πλ. δ'.

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ τῷ Ὑψίστῳ, τὸ προφητικόν, φησί, λόγιον. Ὁ γὰρ δίκαιος ἐν πᾶσιν Ἰωάννης, εἰ καὶ εἰς ἀλλοδαπὴν μετήχθη χθόνα, καὶ ὑπὸ βαρβάρων ἐσυλήθη, καὶ αἰχμάλωτος εἰς χεῖρας τούτων παρεδόθη τῆς τοῦ Θεοῦ ἐνετρύφα μνήμης, καὶ τὴν ἀρετὴν ἐκτήσατο σύνοικον. Διὸ καὶ ζῇ, ἀποθανών, εἰς τοὺς αἰῶνας, μετὰ τῶν ἐν Οὐρανοῖς Ὁσίων πάντων μεθ' ὧν πρεσβεύει ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν, τῆς τυχούσης Ἐορτῆς, ἢ Θεοτοκίον.

 

Ἀπολυτίκιον. Ἦχὸς δ'. Ταχὺ προκατάλαβε.

Ἐκ γῆς ὁ καλέσας σε, πρὸς Οὐρανίους Μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ Σκῆνός σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ Χριστῷ, Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.

Δόξα, ἕτερον.

Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.

Ῥωσσία σοῦ καυχᾶται τῶν σπαργάνων ἡ πάτριος, καὶ ἡ Ἀσιάτις γῆ χαίρει, τῷ ἁγίῳ λειψάνῳ σου· ἐν ᾗ ὡς αἰχμάλωτος ἀχθείς, ὑπέστης δεινῶν ἐπιφορὰς· καὶ βιώσας ἐν ἀσκήσει, μύστης Θεοῦ γεγένησαι ὦ Ἰωάννη· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· Δόξα τῷ σὲ θαυμαστώσαντι· Δόξα τῷ σὲ προστάτην κραταιὸν ἡμῖν δωρήσαντι.

Καὶ νῦν, τῆς Ἑορτῆς, ἢ Θεοτοκίον. Καί ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

          Μετὰ τὴν α΄ στιχολογίαν Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Ὁσίων ὁ χορός, τὴν σὴν μνήμην θεόφρον, ἐν ὕμνοις καὶ ᾠδαῖς, Ἰωάννη τιμῶσι· προσθήκην γὰρ ἐδέξαντο, σοῦ τὸ πνεῦμα μακάριε· ὅθεν σήμερον, καὶ ἡ Χριστοῦ Ἐκκλησία, μεγαλύνει σε, δοξολογοῦσα ἐνθέως, τὸν σὲ θαυμαστώσαντα.

Δόξα, Τὸ αὐτό.

Καὶ νῦν, τῆς τυχούσης Ἑορτῆς.

 

          Μετὰ τὴν β'. στιχολογίαν. Κάθισμα.

Ἦχος γ'. Τὴν ὡραιότητα.

Πάθη τοῦ σώματος, θεομακάριστε, Πάτερ ἐξήρανας, δακρύων ῥεύμασι, καὶ τῶν θαυμάτων ποταμούς, ἀνέβλυσας Ἰωάννη. Ὅθεν προσερχόμενοι, τῷ τιμίῳ λειψάνῳ σου, χάριν τε καὶ ἔλεος, προφανῶς ἀρυόμεθα· τιμῶντές σου τὴν μνήμην ἀξίως, καὶ τὸν δοξὰσαντά σε Κύριον.

Δόξα, ἕτερον ὅμοιον.

Ὅλον ἐκόσμησας, μάκαρ τὸν βίον σου, καὶ ὑπερκόσμιος, ὅλος σὺ γέγονας, καθάπερ ἄσαρκος σαρκί, καὶ ἄνθρωπος οὐρανόφρων. Ὅθεν ἱκεσίαις σου, Ἰωάννη μακάριε, κόσμησον καὶ κάθαρον, ἐκ τοῦ ῥύπου τῶν ἔργων μου, τὸν πίστει τὴν ἁγίαν σου μνήμην, ψαλμοῖς καὶ ὕμνοις μεγαλύναντα.

Καὶ νῦν, τῆς Ἑορτῆς.

 

          Μετὰ τὸν Πολυέλαιον. Κάθισμα.

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἐπὶ ὤμων τὸν σταυρὸν τοῦ Κυρίου ἀναλαβόντα καὶ αὐτῷ μέχρι τέλους, ἀσκητικοῖς ἀγῶσι καὶ παλαίσμασιν, ἐπακολουθήσαντα, εὐφημήσωμεν ὕμνοις, Ἰωάννην ἅπαντες, τὸν θεόφρονα ὄντως, ὃν ἡ Ῥωσσία ἤνθησε καλῶς, καὶ ἡ Ἀσία ἐγνώρισεν Ὅσιον.

Δόξα, ἕτερον ὅμοιον.

Ὁ βιωτεύσας θαυμαστῶς καὶ ὁσίως, ἐπὶ τὴν πόλιν ὡς εἰς τόπους ἐρήμους, αἰχμαλωσίᾳ καίτοι κρατυνόμενος, εἶχες ὁδηγοῦσάν σε, τὴν Παρθένον Μαρίαν, εἶχες συμμαχοῦντά σοι, τὸν θεάρεστον βίον, ὦ Ἰωάννη μέγιστε φωστήρ, τῆς Ἐκκλησίας νεόδμητον φρούριον.

Καὶ νῦν, τῆς Ἑορτῆς.

 

Εἶτα τὸ Ἐκ νεότητός μου,

 

Τὸ προκείμενον. Τίμιος ἐναντίον Κυρίου.

Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ.

 

ὁ Ν'.

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου,

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Καὶ τὸ Ἰδιομελον, Ἦχὸς πλ. β'.

Ἡ θεία λάρναξ τῶν λειψάνων σου, Ἰωάννη Πάτερ, Ὅσιε, ἰάματα πηγάζει τοῖς πιστοῖς· καὶ ἡ ἁγία σου ψυχὴ Ἀγγέλοις συνοῦσα, ἐπαξίως ἀγάλλεται. Ἔχων οὖν πρὸς Κύριον τὴν παρρησίαν, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

          Καὶ οἱ ΚανόνεςὉ τῆς Ἑορτῆςκαὶ τοῦ ἉγίουΕΙ δὲ τύχοι ἐκτὸς τοῦ Πεντηκοσταρίουὁ πάρων τῆς Θεοτόκου μετὰ τῶν Εἰρμῶν εἰς ζ'. Καὶ τοῦ Ἁγίου εἰς ς'.

 

Ὁ Κανὼν τῆς Θεοτόκου

 

ᾨδὴ α'. ἦχος β'. Ὁ Εἱρμός.

Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται. (δίς)

 

Ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου, ἐξάρπασόν με μόνη, θεοχαρίτωτε.

 

Ἐπί τὴν σήννῦν καταφεύγω χρηστότηταπαρθενομῆτορ Ἄχραντεῥῦσαι τὸν δοῦλόν σουψυχικῶν νοσημάτωνπαθῶν τε ψυχοφθόρωντοῦ αἰωνίου πυρός.

 

Σὲ στηριγμόν, καὶ προστασίαν πλουτίσαντες, οἱ Θεοτόκον Πάναγνε, ὁμολογοῦντές σε τρικυμίαις τοῦ βίου καὶ πειρασμῶν παντοίων διασῳζόμεθα.

 

Ἡ τῶν πιστῶν καταφυγὴ Ἀειπάρθενεἡ κραταιὰ βοήθεια τῶν προστρεχόντων σοιἀπὸ πάσης ἀνάγκηςκαὶ βλάβης ἐναντίαςἡμᾶς διάσωσον.

Ὁ Κανὼν τοῦ Ἁγίου.

Ἦχος καὶ Εἱρμόςὁ αὐτός.

Ὕμνοις τὴν σήν, φαεινοτάτην πανήγυριν, ἀνευφημεῖν ὁρμήσαντι, φῶς μοι κατάπεμψον, παρεστὼς στεφηφόρος, τῷ θρόνῳ τοῦ Δεσπότου μακαριώτατε.

 

Μέλη σοφένεκρώσας πάντα τοῦ σώματοςἐν τῇ καρδίᾳ ἔσχηκαςΧριστὸν νεκρώσαντατὸν ἀρχέκακον ὄφινκαὶ τὴν βροτείαν φύσιν ἀπολυτρώσαντα.

 

Νόμον Χριστοῦ ἐμμελετήσας θεσπέσιε, δένδρον ζωῆς, κατάκαρπον, ἀρεταῖς δέδειξαι, προβαλλόμενος χάριν τῶν θείων ἰαμάτων, τοῖς σὲ δοξάζουσι.

Θεοτοκίον.

Μετὰ Θεόν, σὲ βοηθὸν ἀκαταίσχυντον, καὶ προστασίαν ἄμαχον, καὶ ἀντιλήπτορα καὶ φρουρὸν καὶ μεσίτην Παρθένε κεκτημένοι, κράζω σοι· σῶσόν με.

Καταβασίαι, τα ῆς τυχούσης Ἑορτῆς·

ἢ Ἀνοίξω τὸ στόμα μου.

 

ᾨδὴ γ'. Ὁ Εἱρμός.

Στερέωσον ἡμᾶς ἐν σοὶ Κὐριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας, ἡμῶν τῶν ὑμνούντων σε. (δίς)

 

Χρυσοῦν ὡς ἀληθῶς θυμιατήριον, καὶ στάμνον τοῦ μάννα, καὶ θεῖον ὄρος, καὶ παλάτιον τερπνότατον, τοῦ Θεοῦ σε Παρθένε ὀνομάζομεν.

 

Ναὸς καὶ ἱερὸν κατοικητήριον, τοῦ Λόγου ὑπάρχουσα Θεοτόκε, τῶν πταισμάτων ἱλαστηρισν, Παναγία γενοῦ μοι, Ἀειπάρθενε.

 

Οὐ σθένει τῶν ἐμῶν κακῶν τὴν ἄβυσσον, ἀνθρώπου ἐκφράσαι γλῶσσα Παρθένε, ὑπὲρ μέτρον γὰρ ἠνομησα, ἀλλ' ὡς μήτηρ ἐλέους, σύ με οἴκτειρον.

Τοῦ Ἁγίου ὁ αὐτός.

Ἐξέλαμψεν ὁ βίος σου Ὅσιε, ὁλολαμπὴς ὡς ἥλιος ἐν τῷ κόσμῳ, ταῖς εὐχαῖς σου οὖν διάσωσον, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ γεραίροντας.

 

Ἰάσεις ἐνεργῶν πάτερ Ὅσιεκαὶ δαιμόνων διαλύων τὴν πλάνηνσωτηρίας πᾶσιν αἴτιοςτοῖς πλουτοῦσικαὶ προστάτης γέγονας.

 

Νυσταγμόν βλεφάρων ἀπωσάμενος, τάς ἀτάκτους ἐκοίμησας Ἰωάννη, δυσηνίου ὁρμὰς σώματος, ταῖς πρὸς Θεὸν παννύχοις ἱκεσίαις σου.

Θεοτοκίον.

Σαλεύθητι ψυχὴ, καρδία πείσθητι, καὶ ὅλον δονήθητί μου τὸ σῶμα, ἐπιτάφιον θρηνήσωμεν, τὴν Μητέρα Θεοῦ, καθικετεύοντες.

Καταβααία

 

Καθίσματα. Ἦχὸς δ'. Ταχὺ προκατάλαβε.

Ἃ γνείας τοῖς ἄνθραξι, προκαθαρθεὶς τὴν ψυχήν, τὸ σῶμα ἐστόμωσας, πρὸς ἀπαθείας ἰσχύν, Ἰωάννη μακάριε. Ὅθεν καὶ τῶν λειψάνων, ἡ αἰδέσιμος λάρναξ, νόσους ἀποδιώκει, καὶ φωτίζει τοὺς πίστει, ἀεὶ προσερχομένους σοι, καὶ εὐφημοῦντάς σε.

Δόξα, ἕτερον ὅμοιον

Ἀσίας ἀγλάϊσμα, ὁ τῆς Ῥωσσίας βλαστός, ἀσκήσει καθέστηκεν, ὁ Ἰωάννης φημί, Θεοῦ ὡς εὐάρεστος. Οὗτος οὐκ ἐπορεύθη, ἐν βουλῇ τῶν ἀπίστων, εἰ καὶ ᾐχμαλωτίσθη, ὑπ' αὐτῶν ὁ θεόφρων, ἂλλ' ἐστη ἐν τῷ νόμῳ τοῦ Θεοῦ, μέχρι τοῦ ζῇν ὁ χαριτώνυμος.

Καὶ νῦν, τῆς Ἑορτῆς.

 

ᾨδὴ δ'. ὁ Εἱρμός.

Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.

 

Σὲ Παρθένε κεκτήμεθα, Χριστιανοὶ βοήθειαν καὶ σκέπην, χαλεπῶν κινδύνων, ἡμᾶς ἑξαίρουσαν.

 

Ἀπειρόγαμε Δέσποινα, ἡ τὸν Θεὸν ἐν μήτρᾳ σου δεξαμένη, πειρασμῶν καὶ θλίψεων, πάντας λύτρωσαι.

 

Ἀπροσμάχητον τεῖχός σε, καὶ κραταιὰν ἐλπίδα Θεοτόκε, οἱ πιστοὶ κεκτήμεθα, ἐν θλίψεσιν.

 

Τὴν πρεσβείαν σου Δέσποιναὡς ἀσφαλῆ κρηπῖδα κεκτημένοιτῶν ποικίλων θλίψεωνἐκλυτρούμεθα.

Τοῦ Ἁγίου· ὁ αὐτός.

Σεαυτόν κατεκάλλυνας, σαρκὸς νεκρώσας τὸ φρόνημα, διὸ καὶ πρὸς τὰ Οὐράνια ἐχώρησας.

 

Ἐμιμήσω θεσπέσιε, τὸν κείμενον Ἰὼβ ἐπὶ κοπρίας, κατοικίαν ἔχων, σοφὲ τὸ ἱπποστάσιον.

 

Τῶν παθῶν τὰ ὁρμήματα, σοφῶς ἠχμαλώτισας Ἰωάννη, τοῖς Ἄγαρηνοῖς γενόμενος αἰχμάλωτος.

Θεοτοκίον.

Καταλάμπρυνον Ἄχραντε, τὴν ζοφερὰν ψυχήν μου τῷ φωτὶ σου, ἡ τὸ φῶς τεκοῦσα, τὸ ἐνυπόστατον.

Καταβασία.

 

ᾨδὴ ε΄. Εἱρμός.

Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι. (δίς)

 

Τὸ ἀληθῶςἀλατόμητον ὄροςτὴν κεκλεισμένην πύληνκαὶ πηγὴν τὴν ἐσφραγισμένηντὸν πανευώδη καὶ θεόφυτον κῆποντὸν λειμῶνα τὸν ἑξανθήσανταἄνθος ἀφθαρσίαςὑμνοῦμέν σε Δέσποινα.

 

Νενηστευκώς, ἀρετῆς ἁπάσης ἐνεφορήθην, ἀπηγορευμένης τροφῆς εἰς κόρον, καὶ νῦν λιμώττω σωτηρίου τραπέζης, μετανοίας μὲ ἄρτῳ στήριξον, ἄρτον ἡ τὸν θεῖον βαστάσασα τράπεζα.

 

Τὸ φοβερόνἐνθυμούμενος βῆμα τὸ τοῦ Υἱοῦ σουτρέμω τὰ δεινά μου γιγνώσκωνἔργα θεογεννῆτορὑπερβαίνοντα πλήθους ἀμετρίᾳψάμμον παράλιονκαὶ τὸν τῶν ἀστέρωνχορὸν τὸν ἀμέτρητον.

 

Τῆς σῆς ἐκτός, βοηθείας Παρθένε καὶ συνεργείας, μάταιος ὁ πόνος κενὸς ὁ κόπος, ὁ τῶν ἀνθρώπων, ὁ ἱδρὼς καὶ ὁ μόχθος, καὶ ὁ σύμπας ἀγών· ὅθεν μοι σωθῆναι, ποθοῦντι συνέργησον.

Τοῦ Ἁγίου· ὁ αὐτός.

Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, λάμψον μοι αἴγλην θείαις τοῦ Ὁσίου σου ἱκεσίαις, λῦσον τὰ νέφη τῆς ἀθλίας ψυχῆς μου, ὄμβρισόν μοι ῥεῖθρα ἀφέσεως· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.

 

Λύμης παθῶνἐκκαθάρας τὸ ὄμμα τῆς διανοίαςΠάτερ Ἰωάννη διἐγκρατείαςθείᾳ ἐντεύξει διανοῖξαι καὶ ἡμῶνπηρωθείσας τάς κόρας σπεῦσονὅπως θεαρέστωςἐν τῇ παρούσῃ ζωῇ βιώσωμεν.

 

Μέγα ἐν σοίκαὶ ἐξαίσιον θαῦμα ὁρᾶται Πάτερ· πῶς μετὰ κηδείαν ὄντως χρονίανδιατηρεῖται ἀδιάφθορονμάκαρ σοῦ τὸ σῶμαἐν τάφῳ κείμενονἀλλοὕτω δοξάζειτοὺς αὐτὸν ἀντιδοξάζοντας Κύριος.

Θεοτοκίον.

Συνεκτικός, κατ΄ οὐσίαν ὑπάρχων ὁ Θεὸς Λόγος, πάντων τῶν αἰώνων ἐν τῇ γαστρί σου, παρθενομῆτορ, συνεσχέθη ἀφράστως, τοὺς ἀνθρώπους ἀνακαλούμενος, πρὸς τὸ ἑνικόν, τῆς μιᾶς Κυριότητος.

Καταβασία.

 

ᾨδὴ στ'. Ὁ Εἱρμός.

Ἐν ἀβύσσῳ πταισμάτων καλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγ χνίας σου, ἐπικαλοῦμαι ἄβυσσον ἐκ φθορὰς ὁ Θεός με ἀνάγαγε. (δίς)

 

Ἐπὶ σὲ τάς ἐλπίδας ἀνέθηκατάς τῆς σωτηρίας μου Κόρη πανύμνητεσὺ πρὸς ζωὴν ὁδήγησαςτὴν ψυχήν μου χωροῦσαν εἰς θάνατον.

 

Τὴν πολλήν μου γιγνώσκεις ἀσθένειανκαὶ τὴν ῥᾳθυμίαν ἐπίστασαι Δέσποιναὡς οἶδας αὐτὴν σῶσόν μεκαὶ ὡς θέλεις γεέννης με λύτρωσαι.

 

Ὁ τὸ πᾶν οὐσιώσας βουλήματιΛόγος συναΐδιος καὶ ὁμοούσιοςΠατρὶ καὶ θείῳ Πνεύματιἐκ Παρθένου φορεῖ τὴν οὐσίαν μου.

 

Ἐν πελάγει τοῦ βίου νηχόμενον, ζάλη καὶ παθῶν τρικυμίαι δονοῦσί με, παῦσον τὸν σάλον Ἄχραντε, καὶ τὸν ἄστατον πράϋνον τάραχον.

Τοῦ Ἁγίου ὁ αὐτός.

Ὡς πολύτιμος ὄλβος κρυπτόμενος, Πάτερ εὐσεβέσιν ἐφάνης ὁράματι, καὶ δᾳδουχεῖς ἐν θαύμασι, καὶ βραβεύεις ἰάσεις τοῖς δούλοις σου.

 

Ὥσπερ φοῖνιξ ἀνθήσας ἀνέτειλας, ἐν τῇ Ἐκκλησίᾳ Χριστοῦ χαριτώνυμε, τῇ τῶν καρπῶν γλυκύτητι, κατευφραίνων πιστῶν τὰ πληρώματα.

 

Ἱερῶς σου τὸν βίον διήνυσαςκαὶ μετὰ Ὁσίων ὁσίως ἐσκήνωσαςὑπὲρ ἡμῶν δεόμενοςτῶν πιστῶς Ἰωάννη τιμώντων σε.

Θεοτοκίον.

Τῆς ἄμετρου πορώσεως ῥῦσαί με, τὸν κεκρατημένον πολλοῖς πλημμελήμασι, Θεοκυῆτορ Δέσποινα, καὶ χειρός με δαιμόνων ἐξαρπασον.

Καταβασία.

 

Κοντάκιον, Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Τῶν λαμπρῶν ἀγώνων σου, Ὅσιε Πάτερ, ἡ ἁγία σήμερον, ἐπέστη μνήμη τάς ψυχάς, τῶν εὐσεβῶν κατευφραίνουσα, ὦ Ἰωάννη τῶν πίστει τιμώντων σε.

Ὁ Οἶκος.

Πῶς ἐπαινέσω τοὺς σοὺς ἀγῶνας ὁ τάλας, Ὅσιε Πάτερ ; τῶν δακρύων δέ, πῶς τὸ πέλαγος ἐξερεύξομαι ; Σὺ γὰρ τῷ βὶῳ ἐνδιαπρέπων, τῶν Ἀγγέλων κατέλαβες χορείαν, τὰ πάθη ἐγκρατείᾳ νεκρώσας σοφέ, καὶ σάρκα δουλαγωγήσας καθυπέταξας τῷ πνεύματι, καὶ τὸν τοῦ σκότους προστάτην κατῄσχυνας. Διὸ καὶ νῦν, τῷ θρόνῳ τοῦ Δεσπότου παριστάμενος, ὦ Ἰωάννη πρεσβεύεις ὑπὲρ τῶν πίστει τιμώντων σε.

 

          Καὶ ἀναγινώσκεται ὁ Συναξαριστὴς τῆς ἡμέραςἤτοιτῆς 27ης τοῦ Μαΐου.

 

Τῇ αὐτῇ ἡμέρᾳμνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ῥώσσουτοῦ νέου Ὁμολογητοῦὅστις πωληθεὶς εἴς τινα Ἀγαρηνὸν ὡς αἰχμάλωτοςκαὶ παρ΄ αὐτοῦἐν τῇ ἐν ΜἈσίᾳ κωμοπόλει τῆς ΚαππαδοκίαςΠροκοπίῳἀχθείςκαὶ ἀσκητικῶς ἐκεῖ ἀγωνισάμενοςἐκοιμήθη ἐν Κυρίῳ κατὰ τό, 1730.

 

Πλήρης χαρίτων ὁ αἰχμάλωτος ὤφθη· Αἰχμαλωτίσας τοῦ σκότους τὸν προστάτην·

 

Ταῖς τῶν σῶν Ἅγίων πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. ὁ Εἱρμός.

Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἡ μόνη ἐλπίςκαὶ βοήθεια πιστῶν Θεογεννῆτορσπεῦσον βοήθει τοῖς οἰκέταις σουβυθιζομένοις τοῖς πάθεσικαὶ ταῖς τῶν δαιμόνων ἀπάταιςκαὶ τρικυμίαις τῶν θλίψεωνκαὶ καταφεύγουσιν εἰς σέἐν πεποιθήσει ψυχῆς.

 

Λιμὴν ἀσφαλήςπροστασία φοβερὰ καὶ τεῖχος ἄρρηκτοντοῖς ἐν ἀνάγκαις κινδυνεύουσιΘεοτόκε ὑπάρχουσα· ταῖς πρὸς τὸν Υἱόν σου πρεσβείαιςχειμαζομένους ἐκ θλίψεωνκαὶ πολυτρόπων πειρασμῶνσῷζε τοὺς δούλους σου.

 

Πατρὶ συμφυῶς, τὸν νοούμενον Υἱόν, δυνάμει τοῦ Πνεύματος τοῦ Παναγίου, ἐσωμάτωσας Θεοχαρίτωτε. Τοῦτον οὖν ἀπαύστως δυσώπει, οἰκτειρῆσαι τοὺς μέλποντας. Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

 

Παρθένε σεμνήἀπειρόγαμε Ἁγνὴ Εὐλογημένηκαταπιπτόντων ἐπανόρθωσιςἁμαρτανόντων ἡ λύτρωσιςσῶσόν με τὸν ἄσωτον σῷσονκαὶ αἰωνίου κολάσεωςἐξάρπασον ὡς συμπαθήςἵνα δοξάζω σε.

Τοῦ Ἁγίου ὁ αὐτός.

Ὡραίαν στολήντῶν καμάτων ἱδρῶσι πεποικιλμένηνπεριεβάλου ἀνταμοιβήντῆς ἧς ὑπέστης γυμνώσεωςἔχων ἐπὶ σοὶ τὸ σαρκίονκαὶ κραυγάζων τῷ Παντάνακτι· Εὐλογητὸς εἶ ὁ Θεόςὁ τῶν Πατέρων ἡμῶν.

 

Ἁγίων ψυχαίτῶν Ὁσίων τε χορὸς καὶ ἡ ἀσώματοςτῶν Ἀγγέλων τάξις προσεδέξαντοσυγχορευτήν σε Πατὴρ ἡμῶν· κακουχίαις γὰρ πολλαῖς παλαίσαςμελῳδεῖς ἀγαλλόμενος· Εὐλογητος εἶ ὁ Θεόςὁ τῶν Πατέρων ἡμῶν.

 

Νεώσας ψυχήν, τῷ ἀρότρῳ προσευχῆς ὦ Ἰωάννη, καὶ κατασπείρας τὴν ἐγκράτειαν, στάχυν ἁγνείας ἐθέρισας, ᾗ συνδιαιτώμενος μάκαρ, σὺν Ἀγγέλοις ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Εἰς σὲ τὴν ἐμήν, ἀνεθέμην ἐκ ψυχῆς ἐλπίδα πᾶσαν, καὶ ἀτενίζω προσδεχόμενος, τὴν θείαν ὄντως παράκλησιν πρόφθασον Ἁγνὴ Θεοτόκε, καὶ χαρίτωσον τρίβον μοι, ὅπως ψάλλω πρὸς Θεὸν, τὸν τῶν Πατέρων ἡμῶν.

Καταβασία.

 

ᾨδή η'. Ὁ Εἱρμός.

Τὸν ἐν καμὶνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα, ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (δίς)

 

Ζῶσα ὑπάρχουσα πηγήὡς τὸ ὕδωρ τῆς ζωῆς ἀποτεκοῦσατὴν ψυχήν μου τακεῖσαν τῆς ἁμαρτίας φλογμῷΠαρθένε Θεοτόκε ποίησονκαὶ τῆς αἰωνίουἑξάρπασον φλογός με.

 

Νυγεὶς τῷ βέλει τοῦ ἐχθροῦ, τὴν ψυχὴν ὁλοτελῶς ἐτραυματίσθην, καὶ ἀνίατα πάσχω ἡ Σωτῆρ Χριστόν, ἀρρήτως τεκοῦσα Πανάμωμε, ἴασαί με, σῶσον, ἐλπίς μου ἡ βεβαία.

 

Νενεκρωμένον νοητῶς, ἐξ ἀμέτρων μου κακῶν ἀνάστησόν με Κόρη· καὶ τῇ πρεσβείᾳ τῇ σῇ, ἐκ πάσης ἀπάτης με λύτρωσαι, τῆς τοῦ ψυχοφθόρου ἐχθροῦ, καὶ παλαμνιαίου.

 

Τῆς ἐκφοβούσης με ὀργῆς τοῦ Υἱοῦ σου καὶ Θεοῦ Ἁγνή με ῥῦσαι, καὶ ἐν ᾥρᾳ τῆς δίκης ὡς παντοδύναμος, πρόφθασον ἑτοίμη βοήθεια, καὶ τῶν εὐωνύμων, ἐρίφων λύτρωσαί με.

Τοῦ Ἁγίου ὁ αὐτός.

Νῦν ἡ ἀξίνη τῶν πιστῶν, ἀπειλεῖ τὴν ἐκτομὴν ψυχή μου σπεῦσον, καὶ παθῶν τάς ἀκάνθας ἀποτεμοῦσα, καρποὺς ὡρίμους Κυρίῳ προσάγαγε, ταῖς τοῦ Ἰωάννου, εὐχαῖς διασωθείσαις.

 

Ἡ Ἱερά σου πρὸς Θεόνἐκδημία ἱερῶς ἐμεγαλύνθηπροπομπαῖς τῶν Ὁσίων καὶ Ἀσωμάτων χοροῖςὧν ἔσχες ἐν γῇ τὸ πολίτευμαβλάστημαῬωσσίαςὦ Ἰωάννη μάκαρ.

 

Μυστηρίων τῶν ὑπερφυῶνἐν τῇ ἐξόδῳ μεταλαβεῖν σου θέλοντοςπροσεφέρθη σοι διὰ φόβονἐν μέσῳ μήλουσῶμακαὶ αἷμα τὸ ζωοπάροχονΧριστοῦ ὃν στερνησάμενος ἐξαπέπτης πρὸς Οὐράνια.

Θεοτοκίον.

Ὁ καθαρώτατος Ναὸς τοῦ Σωτῆρος μου Χριστοῦ καὶ Βασιλέως, ὁ περίδοξος Θρόνος ὁ ὑψηλὸς Οὐρανός, ὁ ὄντως ἄσυλος Παράδεισος, ἄνοιξόν μοι πύλας, Δέσποινα παραδείσου.

Καταβασία.

 

ᾨδὴ θ'. Ὁ Εἱρμός.

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι΄ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρώνως ἐν ὕμνοις μεγαλύνομεν. (δίς)

 

Ὑπεραγία ΠαρθένεὙπεράμωμε ΚόρηὙπέραγνε Πανύμνητε Σεμνήἅρμα τοῦ Λόγου ὑπέρφωτοντῆς ἀθλίας ψυχῆς μουτὸ φῶς μου καὶ πνοή μου καὶ ζωήὥσπερ εἶδος ὡς θέλειςἐλέησον καὶ σῶσόν με.

 

Φιλανθρωπίας με θείαςκαταξίωσον Κόρηἡ μόνη τὸν φιλάνθρωπον Θεὸνσάρκα ἐκ σοῦ δανεισάμενονἀπορρήτως τεκοῦσακαὶ λύτρωσαι μελλούσης με φλογόςκαὶ κολάσεως πάσηςτὸν πόθῳ σε δοξάζοντα.

 

Φῶς ἡ τεκοῦσα τὸ θεῖοντὴν πολλαῖς σκοτισθεῖσανπαθῶν ἐπαγωγαῖςταπεινὴν καρδίαν μου φωταγώγησον Κόρησταγόνας χορηγοῦσά με ἀείδακρύων ὅπως πλύνωτὸν ῥύπον τῶν πταισμάτων μου.

 

Σύ με δικαίωσον ὅτε φανεροῦνται Παρθένετὰ κρύφια ἑκάστου ἐμφανῶς· ἔχεις γὰρ τὸ δύνασθαι· καὶ τοῦ σκότους με ῥῦσαιἐν χώρᾳ δὲ κατάταξον φωτόςἔνθα εὐφραινομενωνχαρὰ ἡ ἀνεκλάλητος.

Τοῦ Ἁγίου, ὁ αὐτός.

Ἀπαρυσάμενος Πάτερ, ἐκ πηγῆς ἀεννάου, τοῦ πνεύματος τὴν χάριν δαψιλῶς, ὦ Ἰωάννη μακάριε, ταύτην πᾶσι παρέχεις, ἀφθόνως τοῖς τὴν μνήμην σου πιστῶς, ἐκτελοῦσι καὶ πόθῳ, τὸν Κτίστην μεγαλύνουσι .

 

Κρουνοὺς ἡ Θήκη σοῦ Σκήνους, τοῖς θερμῶς προσιοῦσι, πηγάζει ἰαμάτων τοῖς πιστοῖς, Ἰωάννη Πατὴρ ἡμῶν, καὶ νοσήματα παύει, καὶ πάντων ἁγιάζει τάς ψυχάς, τῶν ἐν πίστει καὶ πόθῳ, ἀεὶ μακαριζόντων σε.

 

Σὺν Ἀποστόλοις χορεύωνκαὶ Ὁσίων τοῖς δήμοιςἉγίων τε τοῖς πλήθεσι σοφέἐν οὐρανίοις σκηνώμασιΠατὴρ ἡμῶν Ἰωάννηἱκέτευε τὸν Κτίστην καὶ Θεόνὑπὲρ τῶν τελούντων νῦν πιστῶς τὴν ἱερὰν καὶ σεπτὴν μνήμην σου.

Θεοτοκίον.

Ὡς κραταιὰν προστασίανὡς ἐλπίδα καὶ τεῖχοςκαὶ ἄγκυραν καὶ σκέπην ἀσφαλῆὡς ἀπροσμάχητον ἔρεισμακαὶ ἀχείμαστον ὅρμονκαὶ μόνην κραταιὰν καταφυγήνκεκτημένοι σε πάντεςσῳζόμεθα Πανύμνητε.

Καταβασία.

 

Ἑξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Φρικτὸν ἰδόντες θέαμα ἐξέστησαν οἱ ἄφρονες· φῶς γὰρ ἦν λάμπον ἅγιον, τῷ τοῦ Ὁσίου μνήματι· διὸ πιστοῖς ἐμήνυον, θαῦμα τὸ ὑπερθαύμαστον, οἱ δέ, καὶ ἀνασκάψαντες εὗρον ἀσύλητον ὄλβον, τὸ τοῦ Ἰωάννου σκῆνος.

Καὶ τῆς Ἑορτῆς· ἢ Θεοτοκίον.

 

          Εἰς τοὺς Αἴνους· ἱστῶμεν στίχδ'. καὶ ψάλλομεν στιχηρὰ προσόμοια.

Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! Ἀγαρηνοῖς παροικῶν, τοῖς αὐτοῖς ὡς αἰχμάλωτος, ἐκ Τατάρων δέδοται, συλληφθεὶς ἀργυρώνητος, ὁ τῆς Ῥωσσίας, γόνος πιστότατος, καὶ Ἐκκλησίας, Χριστοῦ τε γνήσιος· οὗτος ἐν θλίψεσιν, εὗρεν ὡς ἐζήτησε τὸν Ποιητήν, καὶ πολλαῖς δεήσεσιν, ὁ χαριτώνυμος.

 

Ὢ του παραδόξου θαύματος! ἐν ἀκαθάρτοις συνών, Ἰωάννης ὁ ἔνθεος, καθαρὸς τῷ σώματι, καὶ ψυχῇ ὅλος γέγονε, κοιτῶνα ἔχων, τὸ ἱπποστάσιον, τροφὴν τας ὕβρεις καὶ τὰ λακτίσματα, τήν τε γυμνότητα, καὶ τὸ ψῦχος, ἅπαντα διὰ Χριστόν, ἤνεγκε στερρότατα, ὁ τρισμακάριστος.

 

Δεῦτε Μοναστῶν τὸ σύστηματὴν ἱερὰν καὶ σεπτήντοῦ Ὁσίου πανήγυρινἸωάννου σήμερονεὐσεβῶς εὐφημήσωμεν· οὗτος γὰρ ὄντωςθείας ἐλλὰμψεωςκατηξιώθητὸ φῶς εἰσδέξασθαι· ὢ τῆς ἀρρήτου σουπρομηθείας Δέσποτα ! δι΄ ἧς ἡμεῖςἔγνωμεν δοξάζειν σετὸν Ἀκατάληπτον.

 

Αἴγλῃ τριφαοῦς Θεότητοςἡ ἐνοικοῦσα ἐν σοίθαυμαστόν σε ἀνέδειξενὅτι πνευματέμφοροςἐκ τῶν θείων λειψάνων σουἐδείχθης μάκαρ· ὅθεν τιμῶμέν σουψαλμοῖς καὶ ὕμνοιςμνήμην τὴν ἔνθεονοἱ προσπελάζοντεςτῇ σορῷ σου Ὅσιεκαὶ τῇ μορφῇτῆς σεπτὴς Εἰκόνος σουθεομακάριστε.

Δόξα, ἦχος πλ. β'.

Τίς μὴ ἐπαινέσει σε, τὸν ὄντως ἀξιέπαινον ; Ἢ τίς μὴ θαυμάσει σου τὸν τρόπον ἀξιοθαύμαστον ; Οὐ γὰρ ἠρκέσθης χαριτώνυμε, ἐν τῇ τῆς αἰχμαλωσίας κακουχίᾳ, ἀλλ' ἔσπευσας αὐξῆσαι αὐτήν, διὰ τῶν ἀσκητικῶν καμάτων, καὶ ἱδρώτων. Οὐκ ἐπτοήθης δὲ τὸ σύνολον, τοῦ φυλάττειν σεαυτὸν ἐν εὐσεβείᾳ, ἐνώπιον Ἀγαρηνῶν παρανόμων. Ὕβρεις καθυπέμεινας, καὶ γυμνότητας, καὶ πᾶσαν ἄλλην θλίψιν. Διὰ πολλῶν γὰρ ἐπειράσθης, καὶ δι΄ ὑπομονῆς ἐδοκιμάσθης ἐκ Θεοῦ, Ἰωάννη ὄντως μακάριε· ὃν ἱκέτευε, δεόμεθα, σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν, τῆς τυχούσης Ἑορτῆς.

Εἰ δὲ μή, τὸ Θεοτόκε σὺ εἶ ἡ ἄμπελος.

 

Δοξολογία Μεγάλη, καὶ ἀπόλυσις. Δίδοται καὶ ἅγιον ἔλαιον τοῖς ἀδελφοῖς.

 

Εἰς τὴν Λειτουργίαν. Τυπικά, καὶ αἱ ᾠδαί, γ'. καὶ ς'.

 

Ἀπόστολον Τέκνον Τιμόθεε ἐνδυναμοῦ ἐν τῇ χὰριτι τῇ ἐν Χριστῷ Ἰησοῦ· (Ζήτει εἰς τὴν 26 Ὀκτωβρίου).

 

Εὐαγγέλιον. Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ (Ζήτει εἰς τὴν 17 Ἰανουαρίου).

 

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

 

Καὶ ἀπόλυσις.

 

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΡΩΣΟΥ

 

(ποίημα Δανιὴλ Μοναχοῦ)

 

Ψαλμὸς ῥμβ΄ (142)

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

 

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Τετράκις)

 

Ἦχος δ' (Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ)

Τῷ Ἰωάννῃ, οἱ πιστοὶ νῦν προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς, καὶ προσπέσωμεν, ἐν εὐσεβείᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Ὅσιε, βοήθησον, ἐφ' ἡμῖν σοῖς ἱκέταις, πρόφθασον καὶ λύτρωσαι τῆς παρούσης ἀνάγκης, μὴ παραβλέψῃς δέησιν οἰκτρὰν τῶν προσφευγόντων τῇ σκέπῃ σου, Ἅγιε.

Δόξα πατρί…. «Ἀπολυτικὸν»

Ἦχος δ' (Ταχὺ προκατάλαβε)

Ἐκ γῆς ὁ καλέσας σε, πρὸς οὐρανίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σκῆνός σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ Χριστῷ Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν «Θεοτοκίον»

Οὐ σιωπήσομεν, ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ Σὺ προίστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα , ἐκ Σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμὸς Ν΄ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα κσι τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ πνεῦμά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με . Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε , ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

 

ᾨδὴ α' (Ἦχος πλ. δ' ) «Ὑγρὰν διοδεύσας….»

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Δειναῖς πιεζόμενος, συμφοραῖς, πρὸς σὲ ἐπιρρίπτω, καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, δεόμενος σοῦ, ὅσιε Πάτερ, ἐκ λυπηρῶν καὶ δεινῶν με λυτρώσασθαι.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σαρκός με τοῦ κλύδωνος προσβολή, μάκαρ Ἰωάννη, ἐκταράττει διηνεκῶς, εἰρήνευσον πάτερ τῇ γαλήνῃ, ταῖς τοῦ Θεοῦ συμπαθέσι πρεσβείαις σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Δαιμόνων τὰ στίφη τὰ πονηρά, καταπολεμοῦσι, τὸν σὸν δοῦλον ἀνηλεῶς, κατάλυσον τούτους τῇ δυνάμει, τῇ του Σταυροῦ φιλανθρώποις πρεσβείαις σου.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν

Παρθένε, ἡ πύλη ἡ του Θεοῦ, ἄνοιξόν μοι πύλην, εὐσπλαχνίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μητρικῇ παρρησίᾳ σου ῥῦσαί με.

 

ᾨδὴ γ ' «Οὐρανίας ἁψῖδος….»

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Πονηρίας ἀνθρώπων ὀδυνηρῶν πάντοτε, ἀπειλὰς πνεόντων δυσφήμως, σύ με διάσωσον, τὴν αὐτῶν θηριώδη μανίαν διασκεδάσας, εὐσεβῶν τὸ στήριγμα, πάτερ πενένδοξε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Εὐτρεπίσας πανσόφως τὸ τῆς ψυχῆς οἴκημα, καὶ διαφερόντως κοσμήσας, θεομακάριστε, χάριν τοῦ Πνεύματος εἰσδεδεγμένος ὡράθης, καὶ φωτὸς πληρέστατος, ὡς στῦλος πύρινος.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν

Καθαρᾶς παρθενίας ἀποπεσών, Πάναγνε, ὅλως ἐμολύνθην τῷ πάθει, τῆς ἀσωτίας μου, ἡ τετοκυῖα Κριτήν, ἁμαρτανόντων ἀνθρώπων, πάσης κατακρίσεως, Παρθένε, σῶσόν με.

 

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοφόρε, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

 

Ἐπίβλέψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

«Πρεσβεία θερμή»

Προστάτης θερμὸς καὶ πύργος ἀπροσμάχητος, ἐδείχθης, σοφέ, τοῖς πίστει ἐκβοῶσί σοι, καὶ σεπτῶς κραυγάζουσι, Θεοφόρε Ἰωάννη, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἀεὶ τῇ Τριάδι παριστάμενος.

 

ᾨδὴ δ' «Εἰσακήκοα Κύριε….»

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἰαμάτων χαρίσματα, τῷ σεπτῷ τεμένει σου οἱ προσφεύγοντες, ἀρυόμεθα εὐφρόσυνα, καὶ δοξάζομέν σε θαυματόβρυτε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Καππαδόκων συστήματα, καὶ τῶν Προκοπέων πλήθη τὰ εὐλαβῆ, ἀντιλήπτορα γινώσκουσι, καὶ προστάτην πάντες εὐφημοῦσί σε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Διαβὰς ἀνδρικότατα, νέφος τῆς σαρκός σου διὰ τῆς πράξεως, εἴσω γέγονας ἀοίδιμε, τοῦ φωτὸς τοῦ θείου, ὡς ἐπόθησας.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν

Οἶκος γέγονας, ἄχραντε, τοῦ Θεοῦ τῶν ὅλων ὡς Ἀειπάρθενος, οἶκον ὅθεν με ἀνάδειξον, ἀρετῶν ἐνθέων, θείᾳ χάριτι.

 

ᾨδή ε' «Φώτισον ἡμᾶς….»

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Φρούρησον ἡμᾶς ταῖς πρεσβείαις σου, μακάριε, καὶ τῷ βραχίονί σου τῷ κραταιῷ, πικροὺς δαίμονας κατάβαλε, ὑπερθαύμαστε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Δώρησαι ἡμῖν, τὴν ὑγείαν δεομένοις σου, καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀεί, καὶ τὴν μυρίπνοον ῥῶσιν, πάτερ πανόλβιε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Ἴασαι λαὸν προσδραμόντα σοι, θαυμάσιε καὶ λοιμικῆς νόσου καὶ πυρετῶν, καὶ ἀλγηδόνων παντοίων ὅλως διάσωσον.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν

Χαίρει ἐπὶ σοί, Θεοτόκε, κτίσις ἅπασα, τῶν Ἀγγέλων τὰ συστήματα, καὶ τῶν ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάζουσι.

 

ᾨδὴ στ' «Τὴν δέησιν, ἐκχέω..»

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Θαυμάτων σε θησαυρὸν ἐπίσταμαι, καὶ πηγὴν τῶν ἀγαθῶν, Ἰωάννη, ἀρρωστιῶν, ἰατρεύοντα πάθη, καὶ ἐνεργείας δαιμόνων ἐλαύνοντα, καὶ δέομαι σωθῆναι νῦν, ἐκ φθορᾶς με κακῶν, χαριτώνυμε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Προστάτιν σε τῶν πτωχῶν κηρύττομεν, καὶ φρουρὸν Καππαδοκίας ἁπάσης, τῶν πειρασμῶν διαλύοντα ὄχλον, καὶ δυσσεβῶν ἐπηρείας διώκοντα, καὶ πάντας νῦν τοὺς εὐσεβεῖς, τῶν δεινῶν λυτρωθῆναι δεόμεθα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Λιμένα σε ἐν κινδύνοις ἔχομεν, καὶ ἐν θλίψεσι προστάτην, παμμάκαρ, καὶ παντελῆ συμφορῶν σωτηρίαν, καὶ ποταμὸν δωρεῶν ἀνεξάντλητον, καὶ βρύσιν εὐεργεσιῶν, καὶ πηγὴν ἰαμάτων ἀέναον.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν

Ἀγκάλαις σου καὶ μαστοῖς, ὦ Δέσποινα, τῷ Υἱῷ σου μεσιτεύουσι δεῖξον, σοῖς τέκνοις τὰ ἐκείνου Παρθένε, σταυρὸν καὶ λόγχην καὶ σπόγγον καὶ κάλαμον, οὕτως δ' ἱλέωσον αὐτόν, ἐφ' ἡμῖν τοῖς πολλὰ ἁμαρτήσασι.

 

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοφόρε, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

«Κοντάκιον»

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

 

«Προκείμενον»

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

«Στίχος» Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον……..»

 

«Εὐαγγέλιον»

Ἐκ τοῦ κατὰ Λουκᾶν

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος· οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πταισμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔλεγεν· «Μακάριοι οἱ πτωχοὶ ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ».

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Ταῖς του σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

 

«Προσόμοιον»

«Στίχος» Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου

 

Μὴ ἀποστερήσῃς με, τῆς σῆς θερμῆς προστασίας, Ἰωάννη ὅσιε ἀλλὰ θραῦσον δέομαι τῇ ἰσχύΐ σου, θράση τὰ ἀνίσχυρα, καὶ τὰ τοξεύματα, τῶν δαιμόνων τὰ ἀνέλπιστα, νόσων ἀπάλλαξον, καὶ πειρατηρίων καὶ θλίψεων, καὶ πάντας ἐλευθέρωσον, τῶν σατανικῶν ἐπιθέσεων, ἵνα σὲ γεραίρω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σου, Ἅγιε, ἔργα τὰ θεάρεστα.

 

ᾨδὴ ζ' «Οἱ ἐκ τῆς Ἰουδαίας»

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὴν ψυχὴν θυμηδίας, καὶ χαρᾶς ἁπάσης ἀνάδειξον ἔμπλεω, θέοφρον Ἰωάννη, τῶν σὲ θερμῶς ὑμνούντων, καὶ βοᾷν ἀεὶ δίδαξον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Λαμπρυνθεὶς τῷ σῷ πάθει, σκοτισθέντα με ἁμαρτήμασι λάμπρυνον, τὸν πόθῳ προσιόντα, τῷ σῷ σεπτῷ λειψάνῳ, καὶ κραυγάζειν ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Πειρασμῶν καὶ κινδύνων, καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, καὶ βλάβης τῶν δαιμόνων, τοὺς σῇ σεπτῇ θαρροῦντας, καὶ ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν

Τῶν ἀνθρώπων ὁ πλάστης, ἐν γαστρί σου σκηνώσας, Θεοχαρίτωτε, ἁπάντων προστασίαν, τῶν ζάλαις κλονουμένων, καὶ βοώντων ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η' «Τὸν Βασιλέα…»

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τοῖς ποντουμένοις βιοτικαῖς τρικυμίαις, χεῖρα δίδου, παμμάκαρ, ὑμνοῦσι, καὶ ὑπερυψοῦσι Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τῶν σῶν λειψάνων τῶν εὐαγῶν ἁπτομένους, εὐωδίας πλήρωσον θείας, Κύριον ὑμνοῦντες πιστῶς εἰς τοὺς αἰῶνας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Τοὺς δεομένους ἐκτενῶς, Θεοφόρε, καὶ τὴν χάριν αἰτοῦντας προσδέχου, καὶ δοξολογούντας Θεὸν εἰς τοὺς αἰῶνας.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν

Τῶν μολυσμάτων μου τὴν καρδίαν, Παρθένε, μετανοίας καθάρισον νίπτροις, ἵνα σὲ δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ' «Κυρίως Θεοτόκον…»

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἀστέρα, Ἰωάννη, σὲ σημειοφόρον, ὁμολογοῦμεν ἡμῖν φῶς αὐγάζοντα, οἱ εὐσεβεῖς ὀρθοδόξως Χριστῷ λατρεύοντες.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἐν σάλῳ, Θεοφόρε, τοῖς κυματουμένοις, πολλῶν κακῶν σοῖς ἱκέταις βοήθησον, διασκεδάζων τὰ βέλη τοῦ πολεμήτορος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Τὴν δέησίν μου δέξαι, τοῦ ταπεινωθέντος καὶ χαλεπῶν, Θεοφόρε, κακώσεων, καὶ ἁμαρτίας με λύτρωσαι.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν

Ἐλπίδα σωτηρίας, τῶν ἐκπεπτωκότων, αἱ γενεαί, Θεοτόκε, γινώσκουσαι, διὰ παντὸς ὁμοφρόνως σὲ μακαρίζουσι.

Τὸ «Ἄξιόν ἐστιν»

καὶ τὰ ἀκόλουθα Μεγαλυνάρια

Τοὺς συναθροισθέντας τῷ σῷ ναῷ, ἀοράτων πάντας, ὁρατῶν τε ἐπιβουλῆς, ἡμᾶς τυραννούντων, δεόμεθα ῥυσθῆναι, ὑπὸ τὴν σὴν αἰγίδα, θερμῶς προσφεύγοντας.

 

Τὰ πεπυρωμένα βέλη ἐχθροῦ, βροτοκτόνου, πάτερ, ἀπομάκρυνον ἀφ΄ἡμῶν, ταῖς πρὸς τὴν Τριάδα, θερμαῖς σου ἱκεσίαις, ὅπως ῥυσθέντες τούτων, σὲ μεγαλύνωμεν.

 

Τὸν ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Προκοπίου, ἀπαστράψαντα νοητῶς, ὁσίων τὸ κλέος, καὶ Καππαδόκων δόξαν, τὸν θεῖον Ἰωάννην, ὕμνοις τιμήσωμεν.

 

Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, πνευμάτων γαλήνην, μέχρι τέλους ὑπομονήν, ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς σοῖς ἱκέταις, τοῖς εὐφημοῦσι πόθῳ, τὰ σὰ θαυμάσια.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμάς.

 

 «Ἀπολυτίκιον»

Ἦχος δ' (Ταχὺ προκατάλαβε)

Ἐκ γῆς ὁ καλέσας σε, πρὸς οὐρανίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σκῆνός σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ Χριστῷ Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

«Ἀπόλυσις καὶ ψάλλομεν τὰ ἑξῆς»

 

Ἦχος β' (Ὅτε ἐκ τοῦ ξύλου)

Δεῦτε προσκυνήσωμεν, πιστοί, καὶ μετ' εὐλαβείας καὶ πόθου κατασπαζόμενοι, λείψανον περίσεπτον καὶ πανυπέρτιμον, Ἰωάννου θεόφρονος, ἁγνίσωμεν χείλη, ὄμματα καὶ μέτωπα, καὶ ἱκετεύσωμεν, ὅπως καὶ ἡμᾶς ἀξιώσῃ, τέλους σωτηρίου καὶ θείου, ταῖς αὐτοῦ πρὸς Κύριον δεήσεσιν.

 

Ἄνω τῶν Ἀγγέλων τοῖς χοροῖς, καὶ τῶν ἀθλοφόρων τοῖς δήμοις, ἡ σὴ ἁγία ψυχή, τέρπεται μακάριε, καὶ συναγάλλεται, καὶ ὁσίων τοῖς πλήθεσι, χοροῖς προφητῶν τε, καὶ ἱεραρχῶν ὁμοῦ τοῖς θείοις τάγμασι, κάτω δὲ τὸ πάνσεπτον σῶμα, ὕμνοις καὶ ᾠδαῖς ἐπαξίως, ὑφ' ἡμῶν τιμώμενον δοξάζεται.

 

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.