«Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο». (Δίς)
Θαῦμα, ξένον καὶ παράδοξον! πῶς ὁ Κτίστης πάντων, ὅπερ οὐκ ἠγνόει, ὡς ἀγνοῶν ἠρώτα. Ποῦ κεῖται ὃν θρηνεῖτε; ποῦ τέθαπται Λάζαρος, ὃν μετ' ὀλίγον ἐκ νεκρῶν, ζώντα ὑμῖν ἐξαναστήσω ἐγώ;
Λίθον, ὃν σοι προσεκύλισαν, οἱ κηδεύσαντές σε, τοῦτον συγκινῆσαι, ὁ Ἰησοῦς προστάξας, εὐθὺς ἀνέστησέ σε, φωνήσας σοι Λάζαρε· Ἀνάστα δεῦρο πρός με, ἵνα τήν σὴν ὁ ᾍδης πτήξῃ φωνήν.
Μάρθα, καὶ Μαρία Κύριε, ὀδυρμοῖς ἐβόων· Ἴδε ὃν ἐφίλεις, τεταρταῖος ὄζει, εἰ ἧς ὧδε τότε, οὐκ ἔθνῃσκε Λάζαρος.Ἀλλ' ὡς ἀχώριστος παντί, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.
Ῥάνας, ἐπὶ φίλῳ δάκρυα, δι' οἰκονομίαν, ἔδειξας τὴν σάρκα, τὴν ἐξ ἡμῶν ληφθεῖσαν, οὐσίᾳ οὐ δοκήσει, Σωτὴρ ἑνωθεῖσάν σοι, καὶ ὡς φιλάνθρωπος Θεός, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.
Οἴμοι, ὄντως νῦν ἀπόλωλα! ἐκβοῶν ὁ ᾍδης, οὕτω προσεφώνει, τῷ θανάτῳ λέγων· Ἰδοὺ ὁ Ναζωραῖος, τὰ κάτω συνέσεισε, καὶ τὴν γαστέρα μου τεμών, ἄπνουν νεκρόν φωνήσας ἤγειρε.
Ποῦ ἡ τῶν Ἑβραίων ἄνοια; ποῦ ἡ ἀπιστία; ἕως πότε πλάνοι; ἕως πότε νόθοι; ὁρᾶτε τὸν θανέντα, φωνὴ ἐξαλλόμενον, καὶ ἀπιστεῖτε τῷ Χριστῷ; ὄντως υἱοὶ τοῦ σκότους πάντες ὑμεῖς!
Δόξα...
Ἕνα τῆς Τριάδος οἶδά σε, εἰ καὶ ἐσαρκώθης, ἕνα καὶ δοξάζω, Υἱὸν σεσαρκωμένον, τὸν ἐκ τῆς Θεοτόκου, ἀσπόρως βλαστήσαντα, καὶ σὺν Πατρὶ καὶ Πνεύματι, ἕνα Υἱὸν δοξολογούμενον.
Καὶ νῦν...
Ξένον, καὶ φρικτὸν τὸ ὅραμα, ἐξ οἰκονομίας, ὅπερ προεώρων, οἱ ἀψευδεῖς Προφῆται, Παρθένον Θεοτόκον, ἀσπόρως μὲν κύουσαν, ἀφθόρως τίκτουσαν Θεόν, μένουσαν δὲ μετὰ τὸν τόκον ἁγνήν.