Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν τῷ Ἀμορίῳ ἀθλησάντων, Θεοδώρου, Κωνσταντίνου, Καλλίστου, Θεοφίλου, Βασσώη καὶ τῶν σὺν αὐτοῖς.
Στίχοι
Τὴν ἑξάριθμον συντεθειμένην φέρει,
Σὺν ἑπταρίθμῳ ἡ τετμημένη φάλαγξ.
Τεσσαράκοντα κάρηνα δυοῖν ἅμα ἕκτῃ ἐτμήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρκαδίου.
Στίχοι
Ὀσφὺν νοητὴν ἀρεταῖς ἐζωσμένος,
Εὔζωνος, Ἀρκάδιε, πρὸς πόλον τρέχεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσυχίου τοῦ θαυματουργοῦ.
Στίχοι
Δούς, Ἡσύχιε, σαυτὸν ἡσύχῳ βίῳ,
Τέλους φθάσαντος, ἡσυχάζεις ἐκ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μάξιμος λιθοβοληθεὶς τελειοῦται.
Στίχοι
Ὅλῳ βλέπων νῷ Μάξιμος πρὸς τὰ στέφη,
Πρὸς τὰς βολὰς ὑπῆρχε τῶν λίθων λίθος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Εὐφρόσυνος, ὕδωρ κοχλάζον ποτισθείς, τελειοῦται.
Στίχοι
Ζέον πεπωκὼς φιάλῃ κοίλῃ πόμα,
Ὁ Μάρτυς Εὐφρόσυνος εὐφράνθη μάλα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τοῦ τιμίου Σταυροῦ, ὑπὸ τῆς μακαρίας Ἑλένης.
Στίχοι
Δίδωσιν ἡμῖν Ἑλένη ταύτην χάριν,
Βλέπειν τὸ σῶσαν ἐκ φθορᾶς ἡμᾶς ξύλον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν τιμίων ἥλων.
Στίχοι
Φανέντες ἧλοι Βασιλεῖ, τοῦ μὲν κράνους,
Ἄγαλμα κεῖνται, τοῦ χαλινοῦ δὲ κράτος.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἰουλιανὸς καὶ Εὔβουλος ξίφει τελειοῦνται.
Στίχοι
Δεῦρο, ξίφει θάνωμεν, Εὐβούλῳ λέγει,
Ἰουλιανός, εἰσφέρων εὐβουλίαν.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.