«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σε μακαρίζομεν».
Ἰδεῖν τὸν Κύριον ἠξιώθητε, στέφος ὑμῖν δωρούμενον τῆς δόξης τὸ ἄφθαρτον, Κωνσταντῖνε, Βασσώη, Θεόδωρε, Κάλλιστε γενναιόφρον, μάκαρ Θεόφιλε, ἅμα τοῖς λοιποῖς, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύσατε.
Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας Ἥλιος, τῶν Ἀθλητῶν ἡ μνήμη ἀναλάμψασα σήμερον, τῶν πιστῶν τὰς ψυχὰς κατελάμπρυνε, ταύτην ἐπιτελοῦντες, τούτους αἰνέσωμεν, μέλεσιν αὐτῶν, τὸν Λυτρωτὴν Χριστὸν δοξάσαντας.
Στρατὸς Μαρτύρων θεῖος κατάλογος, ἀθλητικὸς δυσὶ πρὸς τεσσαράκοντα χάριτι, μυριάσιν Ἀγγέλων ἠρίθμηται, λύσιν ἡμῖν πταισμάτων, νῦν ἐξαιτούμενος, μέτρῳ τῆς νηστείας, ἡμερῶν τῶν τεσσαράκοντα.
Ἡ γῆ τὸ αἷμα ὑμῶν ἐδέξατο, καὶ ποταμὸς τὰ σώματα ῥιφθέντα συνήνωσε, κεφαλαῖς ταῖς τμηθείσαις Πανόλβιοι, ὕπερθεν φερομένης, θείας λαμπρότητος, καὶ προηγουμένης, ἐμφανῶς δυνάμει κρείττονι.