Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 30 Μαρτίου 2020

Τῇ Ἐκκλησίᾳ προτεθέντα, τὸν Σταυρὸν Χριστοῦ θεώμενοι, φόβῳ καὶ πίστει ἀδελφοί

Τῇ Ἐκκλησίᾳ προτεθέντα, τὸν Σταυρὸν Χριστοῦ θεώμενοι, φόβῳ καὶ πίστει ἀδελφοί, προσελθόντες προσκυνήσωμεν, αὐτῷ ἀναβοῶντες· Σὺ τὴν ζωὴν ἐξήνθησας, τοῖς βροτοῖς φωτοφόρε.

Τροπαιοφόρον ἐν πολέμοις, Οὐρανός σε καθυπέδειξε, ζωοποιὲ ἡμῶν Σταυρέ, Βασιλέων ὅπλον ἄμαχον, ἐχθρῶν ὁ καθαιρέτης, Ἐκκλησιῶν τὸ κέρας, καὶ τῶν πιστῶν σωτηρία.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Πατέρα ἅγιον δοξάζω, καὶ Υἱὸν ἅγιον σέβω, καὶ Πνεῦμα ἅγιον ὑμνῶ, Ὁμοούσιον. Τριάδα ἁπλήν, Θεὸν ἕκαστον τούτων, φῶτα καὶ φῶς, ὡς ἐξ Ἡλίου ἑνὸς προϊόντα.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη ἀδιόδευτε, χαῖρε βάτε ἀκατάφλεκτε, χαῖρε ἡ στάμνος ἡ χρυσῆ, χαῖρε ὄρος ἀλατόμητον, χαῖρε Θεοτόκε ἐλπὶς ἀρραγής, καὶ τεῖχος τῶν ἐπὶ σοὶ πεποιθότων.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τὴν Νηστείαν ἐκμεσάσαντες, εὐθαρσήσωμεν τῷ πνεύματι, πρὸς τὸ ἑξῆς νεανικῶς, εὐδρομοῦντες σὺν Θεῷ ἀδελφοί, ὅπως καὶ τὸ Πάσχα περιχαρῶς ὀψώμεθα, τοῦ Χριστοῦ ἀναστάντος.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...