«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».
Ἐν γῇ πραέων σὺ κατεσκήνωσας, ἔνθα τελῶν, Ἀγγέλων ἐποπτεύεις λαμπρότητας, Σοφονία πάνσοφε, Προφῆτα Θεοῦ, πρᾶος γεγενημένος, λάμπων τῇ χάριτι· ὅθεν γεγηθότες οἱ πιστοί, σὲ μακαρίζομεν.
Τῶν σῶν προρρήσεων Παναοίδιμε, περιφανῶς ὁρῶντες γενομένην τὴν ἔκβασιν, τὴν δοθεῖσαν χάριν σοι θαυμάζομεν, καὶ τὴν τῆς διανοίας σου καθαρότητα, καὶ τὸ τῆς ψυχῆς θεοειδὲς καταπληττόμεθα.