«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».
Χριστῷ μαθητεύσαντες, τῷ δι' ἡμᾶς ὕλῃ σώματος, φανέντι Πανεύφημοι, κατεφωτίσατε, κόσμον ἅπαντα, ἀκτῖσιν εὐσεβείας, τὸ σκότος μειώσαντες τῆς ἀθεότητος.
Ῥεόντων ἀφέμενοι, τὸ πεφυρμένον καὶ ἄστατον, Χριστῷ ἡκολούθησαν, Κρήσκης καὶ Πρόχορος, καί, Ἀνδρόνικος, Θαδδαῖος καὶ Νικάνωρ, φωστῆρες γενόμενοι, θεοειδέστατοι.
Ἰσχὺν τοῦ ἀλάστορος, κατεπαλαίσατε ἔνδοξοι, ἰσχύϊ τοῦ Πνεύματος, τοὺς τῇ μανίᾳ τε, ἀθεότητος, τελείως παρεθέντας, ἰσχύος ἐπλήσατε, καὶ θείας γνώσεως.
Σαρκὸς ὁμοιώματι, ἐπιφανέντα τὸν Κύριον, Ἀμπλίας ἐκήρυξε, Στάχυς καὶ Φίλιππος, ὡς Ἀπόστολοι, ὡς θεῖοι Ἱεράρχαι, ὡς ὄντες διάκονοι, τῶν ὑπὲρ ἔννοιαν.