«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».
Ὁ πάντα βλέπων ὡς Θεός, τῶν μελλόντων τὴν γνῶσιν, καὶ τῶν γενησομένων, τὴν εἴδησίν σοι σαφῆ, προφαίνει θεοπρεπῶς, καὶ δεικνύει, Μάκαρ ἀξιάγαστε.
Νευρώσας Μάκαρ σοῦ τὸν νοῦν, εὐσεβεῖ παρρησίᾳ, τῷ Πνεύματι τῷ θείῳ, ὑπέκλινας σεαυτόν, καὶ γέγονας δεκτικός, τῶν ἐκεῖθεν, θείων ἐπιλάμψεων.