«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».
Θυρίσι τρισί, τὸ λουτρὸν φωτίζεσθαι κελεύσασα, μυστικῶς διέγραψας, Βάπτισμα Βαρβάρα τῆς Τριάδος φωτί, τῶν ψυχῶν σελασφόρον, ὑπάρχον καθαρτήριον.
Μανίαν δεινήν, τοῦ πατρὸς ἐκκλίνουσαν, Βαρβάραν σχισθέν, εὐθὺς ὑπεδέξατο, ὄρος, ὥσπερ πάλαι τὴν ἀοίδιμον, πρωτομάρτυρα Θέκλαν, Χριστοῦ τερατουργήσαντος.
Τοῦ ὄντως Θεοῦ, πυρωθεῖσα ζήλῳ ψευδωνύμων Θεῶν, εἰς αἰσχρὰ ἐνέπτυσε, πρόσωπα Βαρβάρα ἡ Πανεύφημος, καταπαίζουσα Κόρη, τοῦ δῆθεν κοσμοκράτορος.