Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 30 Νοεμβρίου 2014

Ο ΠΡΩΤΟΚΛΗΤΟΣ ΜΑΘΗΤΗΣ, ΚΑΙ ΜΙΜΗΤΗΣ

Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι, ταῖς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ὑμνήσωμεν οἱ Πιστοί, Πέτρου τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν· οὗτος γὰρ τὴν θάλασσαν, δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρησε, νῦν δὲ τὴν οἰκουμένην, τῷ καλάμῳ σαγηνεύει τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει τῷ Βαπτίσματι, καὶ Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Τὸ πῦρ τὸ νοερὸν τὸ φωτίζον διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταῖς μυστικαῖς ἀκτῖσι τῶν διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις· φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις τῶν ἀσεβῶν μυθουργίας· τὸ πῦρ γὰρ τοῦ Πνεύματος, τοιαύτην ἔχει τὴν ἐνέργειαν· Ὢ θαῦμα ξένον καὶ φοβερόν! ἡ πηλώδης γλῶσσα, ἡ πηλίνη φύσις, τὸ σῶμα τὸ χοϊκόν, τὴν νοερὰν καὶ ἄϋλον ὑπεδέξατο γνῶσιν. Ἀλλ' ὦ μύστα τῶν ἀρρήτων, καὶ θεωρὲ τῶν οὐρανίων, ἱκέτευε καταυγασθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸν ποθούμενον Θεόν, ἐν σαρκὶ κατιδὼν ἐπὶ γῆς βαδίζοντα, θεόπτα Πρωτόκλητε, τῷ μὲν ὁμαίμονι ἐβόας ἀγαλλόμενος· Εὑρήκαμεν ὦ Σίμων τὸν ποθούμενον, τῷ δὲ Σωτῆρι δαυϊτικῶς ἐκραύγαζες· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ Χριστὲ ὁ Θεός. Ὅθεν καὶ πόθῳ πόθον προσθείς, διὰ σταυροῦ διαβαίνεις, πρὸς ὃν ἐπόθησας, ὡς ἀληθὴς Μαθητής, καὶ σοφὸς μιμητὴς γενόμενος, τοῦ διὰ Σταυροῦ αὐτοῦ πάθους· διὸ καὶ τῆς δόξης κοινωνὸς αὐτῷ γενόμενος, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.