Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 12 Οκτωβρίου 2014

ΝΟΜΟΝ ΤΟΝ ΣΟΝ, ΛΟΓΕ ΤΗΡΟΥΝΤΕΣ ΟΙ ΜΑΡΤΥΡΕΣ

Νόμον τὸν σόν, Λόγε τηροῦντες οἱ Μάρτυρες, τῶν ἀνόμων νόμους ἑβδελύξαντο, τοὺς ἀθετεῖν σε τὸν Ποιητήν, ἐγκελευομένους, δαιμόνων ἐπιτηδεύμασι, καὶ πᾶσαν ὑποστάντες, τρικυμίαν βασάνων, οὐρανίου γαλήνης ἐπέτυχον.

Στέργων Χριστοῦ, φέρειν ζυγὸν ἐπαυχένιον, τὸν αὐχένα χαίρεις συντριβόμενος, τὸν δὲ Σταυρόν, ῥάβδον κραταιᾶς, Τάραχε παμμάκαρ, δυνάμεως ἐπαγόμενος, τῶν ῥάβδων τὰς νιφάδας, ὑποφέρεις κραυγάζων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὡς δυνατός, θείῳ γενόμενος Πνεύματι, τῶν κνημῶν σου, φέρεις τὴν ἐπώδυνον, καρτερικῶς, Πρόβε συντριβήν, καὶ τὴν τῶν ὀμμάτων, ἀφαίρεσιν φωτιζόμενος, τῇ γνώσει τῆς Τριάδος, τελεώτατον Μάρτυς, καὶ τοῖς ἄνω χοροῖς συναπτόμενος.

Νεανικῶς, Μάρτυς Ἀνδρόνικε ἵστασο, πρὸ βημάτων, ἀνταγωνιζόμενος, τῷ δυσμενεῖ, λίαν καρτερῶς· ὅθεν κατατέμνων, τὰς κνήμας σου εὐτονώτερον, εἰργάζετό σε κάραν, τὴν αὐτοῦ συμπατοῦντα, καὶ πορείαν τὴν ἄνω στελλόμενον.