Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 9 Αυγούστου 2014

ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΕΝΔΟΞΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ

Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως, τὴν ἑορτὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν, τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίᾳ καταστράψαντα.

Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε ἀνέλθωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τούτῳ πιστῶς, ἐκβοῶντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον.

Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ πανσεβάσμιος, καθ' ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία καὶ τῶν αὐτοῦ, Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνὴ δὲ θεία προῆλθεν· Οὗτός ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.

Ματθία μακάριε Ἐδέμ, νοητῆς ἐξέβλυσας, ὡς ποταμὸς προσκλυζόμενος, ἐνθέοις ὕδασι, καὶ τὴν γῆν ἀρδείαις, μυστικαῖς κατήρδευσας, καὶ ταύτην καρποφόρον ἀνέδειξας· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῐς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ματθία Ἀπόστολε χορόν, θεῖον ἀνεπλήρωσας, ἐξ οὗ Ἰούδας ἐκπέπτωκε, καὶ θείαις ἀστραπαῖς, τῶν σοφῶν σου λόγων, σκότος ἀπεδίωξας, τῆς εἰδωλομανίας ἐν Πνεύματι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ματθία θεόπνευστε τροχῷ, τῷ τοῦ κόσμου ἔφαναν, αἱ ἀστραπαὶ τῶν δογμάτων σου, πάντας φωτίζουσαι, πάντας ὁδηγοῦσαι, θείαν πρὸς ἐπίγνωσιν, δοχεῖα τοῦ φωτός ἐργαζόμεναι, τοὺς πρὶν καθεύδοντας, ἐν νυκτὶ τῆς ματαιότητος, καὶ ἐν σκότει, πάσης ἀθεότητος.

Ὁ φωτί σου ἅπασαν, τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης, Ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.