Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 5 Αυγούστου 2014

ΦΟΙΝΙΧΘΕΙΣΑΝ ΕΝ ΑΙΜΑΤΙ ΤΗΣ ΣΑΡΚΟΣ ΣΟΥ ΕΝΔΕΔΥΣΑΙ

Φοινιχθεῖσαν ἐν αἵματι τῆς σαρκός σου ἐνδέδυσαι, πορφυρίδα ἔνδοξε θείᾳ χάριτι· καὶ κορυφῇ σῇ διάδημα, ἐπαναδησάμενος, ἀφθαρσίας καὶ ζωῆς, τοῦ Σταυροῦ τε τὸ τρόπαιον, Μάρτυς πάνσοφε, δεξιᾷ περιφέρων ὥσπερ σκῆπτρον, τῷ Χριστῷ συμβασιλεύεις, διὰ παντὸς εὐφραινόμενος.

Στρατιώτης ἀήττητος, ἐγνωρίσθης Εὐσίγνιε· τοῦ Σταυροῦ τῷ ὅπλῳ γὰρ συμφραξάμενος, πρὸς συμπλοκὴν ἐξελήλυθας, ἐχθροῦ πολεμήτορος, καὶ κατέρραξας αὐτόν, ἀριστεύσας λαμπρότατα, καὶ τὸν στέφανον, εἰληφὼς τὸν τῆς νίκης ἐκ τοῦ μόνου, ἀθλοθέτου καὶ Δεσπότου, καὶ εἰς ἀεὶ βασιλεύοντος.

Τοῖς τιμίοις σου πάθεσι, πάθος τίμιον ἔνδοξε, ἀθλητὰ Εὐσίγνιε ἐξεικόνισας, καὶ νικηφόρος γενόμενος, τὴν ἄνω μητρόπολιν, μετὰ πάντων κατοικεῖς, ἀθλοφόρων γηθόμενος, καὶ θεούμενος κατὰ μέθεξιν θείαν· διὰ τοῦτο, τὴν σεπτήν σου καὶ ἁγίαν, ἐπιτελοῦμεν πανήγυριν.